Ancient Greek
2.78
Georgius Cedrenus, Compendium Historiarum 2.78
Unproofread scanNot analysed yet
ὁ βασιλεὸε, καὶ τὸ δόμενον λόγιον ἐπειπὼν, ὡς ἔθος Ῥωμαίοις τοὺς πολεμίους πλέον εὐεργεσίαις ἢ ἔπλοις νικᾶν, πάντα τὰ αἶτούμενα ἐβεξαίωσε Γ. μο μένων δὲ τῶν σπονδῶν ὁ Σφενδοσθλάβος καὶ εἰς ὅὺιν ἐλθεῖν καὶ ὁμιλίαν τῷ βασιλεῖ ἐδεήθη. Ἐπινεύσαντος δὲ καὶ πρὸς τοῦτο ἀφίκετο. Καὶ συμμίξαντες ἀλλήλοις, καὶ διαλιχθέντες περὶ ὧν ἂν ἐβούλοντο, ἀπηλλάγησαν. Ὁ δὲ βασιλεὺς αἰτήσαντος καὶ τοῦτο τοῦ Ἀαινλοσόλάβου. καὶ πρὸς Πατζινάκας διαπρεσβεύεται, εἶ βούλονται, φίλους αὐτοὺς καὶ συμμάχους ἀξιῶν ἔχειν, καὶ μὴ διαπερφν. τὸν Ἴστρον καὶ τὰ Βουλγάρων ληίζεσθαι, παραχωρῆσαι δὲ καὶ τοῖς Ῥὼς ἀκωλύτως διελθεῖν τὴν αὐτῶν γῆν καὶ οἴκαδε ἀπελθεῖν. Ἀπεπλήρου δὲ τὴν πρεσβείαν Θεόφιλος ὁ τῶν Εὐχαίτων ἀρχιερεύς. Οἱ δὲ τὴν πρεσβείαν δεξάμενοι, τὴν διάβασιν μόνην ἀπαγορεύσαντες τῶν Ῥώς, πρὸς τἄλλα σπονδὰς ἔθεντο, Τῶν δὲ Ῥὼς ἀποπλευσάντων, πῶν παρὰ ταῖς ὅχθαις τοῦ ποταμοῦ φρουρίων καὶ πόλεων πρόνοιαν θέμενος ὁ βασιλεὺς καὶ φρουράν καταλιπὼν τὴν ἀρκοῦσαν ἐς ἧθη τὰ Ῥωμαίων ἀνέξευξεν. Ὃν ὁ τῆς πόλεως ἀρχιερεὺς μετὰ τῆς συνόδου καὶ πάντες οἱ ἐν τέλει μετὰ παιάνων καὶ ἐπινικίων εὐφημιῶν ἀπεδέξαντο στεφανηροῦντες, τέθριππον ὅχημα λευκοπώλων ἔχοντες ἡτοιμασμένον πάνυ διαπρεπῶς, καὶ τούτου ἐπιβάντα ἀξιοῦντες θριαμβεῦσαι τὸν βασιλέα. Ὁ δὲ μηδὲν σοβαρὸν ἐρέλων, ἀλλὰ μέτριον ἑαυτὸν ἐπιδεικνύμενος, τοὺς μὲν προσενεχθέντας ἀνειλήφει στεφάνους καὶ ἵππῳ λευκῷ τὸν θρίαμβον ἐξεπλήρωσεν, ἐν δὲ τῷ ἄρματι τὰς Βουλγαρικὰς θεὶς τῶν βασιλέων στολὰς καὶ ἄνωθεν τούτων εἰκόνα τῆς Θεομήτορος ὡς πολιούχου, προπορεύεσθαι ἑαυτοῦ διετάξατο. Ἑν δὲ τῷ λεγομένῳ φόρῳ γενόμενος καὶ ἀποχρώντως εὐφημηθεὶς, και τῇ Θεομήτορι καὶ τῷ ταύτης Υἱῷ τὰς ἐπινικίους εὐχαριστίας παρεσχηκὼς, τὰ παράσημα τῆς Βουλγαρικῆς βασιλείας, ἐπ´ ὅψει τῶν πολιτῶν τὸν Βορίσην ἀποδιδύσκει· [Ρ. Οεβ] τὰ δὲ ἦν στέφανος ἐκ χρυσοῦ καὶ τιάρα νινησμένη ἐκ βόσσου καὶ πέδιλα ἐρυθρά. Ἐκεῖθεν εἰς τὴν Μεγάλην φοιτήσας Ἐκκλην καὶ ἐν αὐτῇ τὸν βουλγαρικὸν στέφανον ἀνάθημα τῷ Θεῷ δεδωκὼς, ἀναγαγὼν δὲ καὶ τὸν Βορίσην εἰς τὸ τῶν μαγίστρων ἀξίωμα, ἐπορεύθη εἰς τὰ βασίλεια. Ὁ δὲ Σφενδοσθλάβος εἰς τὰ οἰκεῖα ἧθη ὑποστρέφων λν τῷ διιέναι τὴν τῶν ἷατζινάκῶν γῆν περιπίπτει ἐνέδραις ἤδη προευτρεπισθείσαις καὶ ὑποδεχομέναις αὐτὸν, καὶ ἄρδην αὐτός τε καὶ τὸ συνὸν αὐτῷ ἀπόλλυται πλῆθος, μηνιώντων αὑτῷ τῶς Πατζινάκων διὰ τὰς εἰς τοὺς Ῥωμαίους σπονδάς. Ὁ δὲ βασιλεὺς χαριστήρια τῶν τροπαίων ἀποδι. δοὸς τῷ Σωτηρι Χριστῷ ναὸν ἄνωθεν τῆς ἁψῖδος τῆς χελκῆς ἀνῳκοδόμησεν ἐκ καινῆς, μηδενὸς φεισάμενας τῶν εἰς πολυτέλειαν συντεινόντων καὶ κόσμον. Ἄφῆκα δὲ καὶ τοῖς ὑποφόροις πᾶσι τῶν ὅλων θεμάτων τὸ λεγόμενον καπνικόν. Προσέταξε δὲ καὶ ἐν τῷ νομίσματι καὶ ἐν τῷ ὀβολῷ εἰκόνα ἐγγράφεσθαι τοῦ Σωτῆρος, μὴ πρότερον τούτον γινομένου. Ἑγράσοντο δὲ καὶ γράμμστα Ῥωμαιστὶ ἐν θατέρῳ μέρει ὧδὲ πη διεξιόντα· «Ἰησοῦς Χριστὸς Βασιλεὺς