Ancient Greek
2.79
Georgius Cedrenus, Compendium Historiarum 2.79
Unproofread scanNot analysed yet
βασιλέων.» Τοῦτο δὲ καὶ οἱ καθεξῆς ἐτήρησαν βασιλεῖς. Βασιλείου δὲ τοῦ πατριάρχου ἐπ´ αἰτίαις διαβληθέντος καὶ συνοδικῶς καθαιρεθέντος προιεβλήθη πατριάρχης Ἀντώνιος ὁ Στουδίτης. Αὐγούστῳ δὲ μην, ἰνδικτιῶνος γʹ, ἐφάνη καὶ κομήτης ὁ λεγόμενος πωγωνίας, καὶ ἐφαίνετο ἕως Ὁκτωβρίού μην τῆς τετάρτης ἰνδικτιῶνος. Προεμήνυε δ´ οὖτος τὸν τοῦ βασιλέως θάνατον καὶ τὰς μελλούσας κατασχεῖν τὴν Ῥωμαίων γῆν ἐκ τῶν ἐμφυλίων πολέμων ἀπαραμυθήτους τύγας. Τῶν δ´ ὑπὸ τοῦ Βασιλέως Νικηφόρου προσκτηθει σῶν πόλεων καὶ τῶν ὑπόφόρων γενομένων Ῥωμαίοις, ὡς ἔμπροσθεν εἴρηται, ἀραμένων πτέρναν καὶ τὴν Ῥωμαικὴν ἀποσεισαμίνων ἐξουσίαν, ἕξεισι κατ´ αὐτῶν ὁ βασιλεὺς καὶ ἄπεισιν ἄχρι Δαμασκοῦ Καὶ τὰς μὲν πειθοῖ καὶ λόγῳ, τὰς δὲ πολέμῳ καὶ βίᾳ ἀνακτησάμενος, καὶ πάντα κατὰ τὸ πρέπον καταστο σάμενος, ἀνέζευξε πρὸς τὴν βασιλίδα. Γενομενος δὲ κατὰ τὴν Ἀνάζαρβον, καὶ τὸν Ποδανδὸν καὶ τὰς λοιπάς παροδεύων χώρας, καὶ βλέπων τὰ ἐν ποσὶ, κτήσεις τε ὁρῶν πολυτελεῖς καὶ χωρία εὐφυῆ τε καὶ πάμφορα, διεπυνθάνετο τοὺς παριυρημένους τίνος δὲ καὶ εἶεν αὗται. Ος δ´ ἐμάνθανε παρὰ τῶν ἐρωτωμένων ὅτιπερ τοῦ παρακοιμωμίνου εἰσὶ Βασιλείου πᾶσαι. αὔτη μὲν καὶ αὕτη Ῥωμαίοις προσκτηθιῖ σαι ἔναγχος παρὰ Νικηφόρου τοῦ Βασιλέως, αὕτη δὲ παρὰ τοῦδε τοῦ δομεστίκου τῶν σγολῶν, καὶ αὕτη παρὰ τοῦ δεῖνος, καὶ αὕτη καὶ αὖτη παρὰ σοῦ, καὶ τῷ Βασιλείῳ δεδώρηνται, οὐδὲν δὲ ἔ τι καὶ λόγου ἄξιον εἶδεν ὑπολελειμμένον τῶν προσκτηθέντων τῷ δημοσίῳ, Γενομενος περιαλγὴς καὶ βύθιον στενάξας, «Δεινὸν, ὦ παρόντες, ἔφη, εἰ τὰ δημόσια καταναλίσκονται Χρήματα καὶ τὰ Ῥωμαῖκὰ ταλαιπωροῦνται [Ρ. Θἕε] στρατεύματα καὶ οἱ βασιλεῖς ὑπερορίους ἀναδέχονται κόπους, τὰ δὲ ἐκ τοσούτων προσκτώμενα μόχθων καὶ κόπαν ἐνὸς εὐνούχου γίνονται κτῆμα.» Καὶ ὁ μὲν βασιλεὺς ταῦτα, τῶν τις δὲ παρόντων τῷ Βασιλείῳ τὸν τοῦ βασιλέως λόγον διαπορρμεύσας ἀνηρέθισα πρὸς ὀργήν. Καὶ ἔκτοτε εὐκαιρίαν ἐζήτει τὸν βασιλέα ἀποσκευάσασθαι. Θωπείαις οὖν ὁπελθὼν ποτε καὶ δώροις ἐξαπατήσας τὸν ἐγχεῖν εἰωὓάτα τὸν οἷνον τῷ βασιλεῖ, καὶ δηλητήριον κερασάμενος οὐ τῶν δραστικωτάτων καὶ ταχὺν ἐπιφερόντων πὸν κίνδυνον. ἀλλὰ τῶν σχολαίως καὶ κατὰ μικρόν ἀναλισκόντων τὴν τοῦ πεπωκότος δύναμιν, κεράννυσι τῷ βασιλεῖ. Καὶ πιὼν καὶ κατ´ ὀλίγον νοσηλεωάμενος καὶ τῆς οἰκείας δυνάμεως ἀποπίππων, τελευταῖον δὲ καὶ τοὺς ὤμους ἀνθρακιάσας, αἷλατος πολ λοῦ βυέντος αὐτῷ διὰ τῶν ὀφυαλμῶν, εἰσελθών ἐν τῇ βασιλίδι κατέλυσε τὴν ζωήν, βασιλεύσας ἔτη ϛ´ τοσύτους τε μῆνας καὶ πρὸς, διαδόχους καταλιπὼν τῆς βασιλείας Βασίλειον καὶ Κωνσταντῖνον τοὺς παῖδας τοῦ Ῥωμανοῦ. Τὸ μὲν οὖν Ἰωάννου τέλος τὸν εἰρημένον συνηνέχθη τρόπον, τὸ δὲ τῆς βασιλείας κράτος εἰς Βασίλειον μετήχθη καὶ Κωνσταντῖνον τοὺς υἱοὺς Ῥωμανοῦ, κατὰ τὸ τυπδ´ ἕτος, ἰνδικτιῶνος δ´, μηνὶ Δεκεμβρίῳ· ὥν ὁ μὲν Βασίλειος τὸν κʹ ἡνυς τῆς ἡλικίας χρόνον, ἔτεσι δὲ τρισὶ τούτου νεώτερος ἦν ὁ Κωνσταντῖνος.