Ancient Greek
421
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 421
Unproofread scanNot analysed yet
γνώμην καὶ πονηρίαν τοῖς πᾶσι γενέσθαι κατάδηλον. Ἐπεὶ οὖν τῆς βασιλείου ἀρχῆς, μᾶλλον δὲ τυραννίδος, Θεοῦ συγχωρήσει λαβόμενος κατὰ τῆς ἀμωμήτου πίστεως ὅλον ἐκχέει τὸν θυμὸν καὶ τὸν δάλον καὶ ἀμιλλᾶται κατὰ πάντα τὸν πρὸ αὐτοῦ δοσ σεβῆ Κοπρώνυμον, καὶ ὡσαύτως μιαροῖς τισι καὶ παμπονήροις ἀνθρώποις τὸ πᾶν τῆς ζωῆς καταπιστεύει, ἀσελγέσι τε καὶ ἐπὶ βίου αἰσχρότητι βεβοημένοις καὶ κατεφθαρμένοις τὴν ψυχὴν καὶ τὸ σῶμα, τόησι καὶ φαρμακοῖς καὶ λαοπλάνοις, καὶ πᾶν εἶδος κακίας ἀσκήσασι καὶ ἀπαξαπλῶς τὴν Χριστιανῶν ἠρνημένοις θεοσέβειαν ιγʹ. Καὶ δὴ τούτους ἀσπασίως εἰσοικίζεται καὶ περιπτύσσεται, καὶ ὑποκύπτει ταῖς ματαίοις αὐτῶν καὶ ψυχοφθόροις διδαχαῖς καὶ μυήσεσιν, καὶ οἷα Ν τῆς ἁμαρτίας ἀνδράποδον ἐξανδραποδίζεται, καὶ τῷ ἀγκίστρῳ τῆς ἀπάτης καὶ παρανομίας δελεασθεὶς ὁ παράπαιστος δεινῶς περιπείρεται. Τρία γὰρ αὐτῷ προὔθηκαν τὰ ὑπεσχημένα, [Ρ. ὅθε] τῆς ἀκριβοῦς πίστεως ἡμῶν καὶ ὀρθοδόξου τὴν ἄρνησιν, τῶν θείων εἰκόνων τὴν καθαίρεσιν, τῶν εὐσεβούντων τὴν δίωξιν. Καὶ οὕτως εἰς ἄκρον εὐημερίας ἐλάσει, φησὶν, ὡς καὶ ἐπὶ πλεῖστον καὶ μήκιστον χρόνον τὴν παροῦσαν ζωὴν, εἰ καί τις ἄλλος, διανύσαι ιδʹ. Ταύταις οὖν καὶ ταῖς τοιαύταις ὀλεθρίοις φενακισθεὶς ἀπάταις ὁ ματαιόφρων καὶ κτηνώδης, καὶ καθάπερ ἦν εἰδεχθὴς καὶ δυσέντευκτος καὶ τῇ ἰδέᾳ αἰσχρότερος γὰρ καὶ λεόντειον τοὔνομα, πιθήκειον τὸ βλεπόμενον), γίνεται φαυλότερος τὸν τρόπον, σοβαρώτερος τὸ ἦθος, θηριωδέστερος τὴν γνώμην, ἀτίθασσος τὴν ὁρμὴν, ἀκάθεκτος καὶ ἀνυπόστατος καὶ ἀλογιστότερός τε καὶ ἐμβριθέστερος καὶ τυραννικώτερος, ιεʹ. Ἀναπτερωθεὶς γὰρ ὁ δείλαιος καὶ ταλαίπωρος τῆ ψευδομαντείᾳ καὶ ἐπιβουλῇ τῶν ἀλιτηρίων ἐκεί-. νων, οὕτως ἐπανατείνεται ταχὺ τὸν πόλεμον. Καὶ πρῶτον μὲν κινεῖ κατὰ τῶν ἱερῶν ἵ δογμάτων ἡυῶαν τὴν θεομάχον αὐτοῦ γλῶσσαν, ἔπειτα δὲ ζηλοῖ κἀνταῦθα τὸν δυσσεβέστατον Κοπρώνυμον Κόνωναζ· καὶ συναθροίσας ὁμοίως ἐκείνῳ πονηρόν τε καὶ ἀγυρτῶδες συνακτήριον, μᾶλλον δὲ Ἰουδαῖκὸν συν έδριον, ᾧ καὶ σύνεδρος καὶ πρόεδρος ὁ ἐξάγιστος γενόμενος, ὁρᾶται πάλιν ἐν ναῷ Κυρίου τὸ βδέλυγιαα τῆς ἐρημώσεως, καὶ ἀνοίγεται στόμα λαλοῦν μεγάλα κατὰ τῆς δόξης Κυρίου καὶ κατὰ τῆς θείας οἰκονοάίας μεγαλοῤῥημονοῦν καὶ ἀλαζονευόμενον. Καὶ οὕτως ὁ δεύτερος Καϊάφας μετὰ τῆς Χριστομάνου σπείρας ἐκείνης πολλὰ καὶ μάταια κατὰ τῆς ἀληθείας κενολογήσας καθαιρεῖ πᾶσαν ἱερὰν τῆς Ἐκκλησίας ἀναστήλωσιν μίσει τῷ εἰς Χριστὸν καὶ τοὺς αὐτοῦ θεράποντας, ἐπειδὴ βαρὺς ἦν αὐτῷ Χριστὸς καὶ δῖ ἐν εἰκόνι βλεπόμενος καὶ ἐπὶ μνήμης φερόμενος ,καὶ οἱ τούτου φίλοι τε καὶ δοῦλοι.