Ancient Greek
422
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 422
Unproofread scanNot analysed yet
ιςʹ. Δὸ δὴ καὶ ἀνοηταίνων κατεφλυάοει πᾶσαν εἰκονικὴν ἀναστήλωσιν ἀπόβλητον εἶναι τῇ θείᾳ Γραφῇ καὶ λίαν ἀγνώριστον. Τί οὖν πρὸς ταῦτα φήσειέν τ τις; Ὅτι σοφίας Θεοῦ ἀδιεξέταστοι λόγοι, καὶ ὁ μωρὸς μωρὰ λαλήσει, Ἀμαθὴς γὰρ σφόδρα καὶ ληρώδης ὑπάρχων οὐκ ᾔδει πάντως τὰ χρυσότευκτα ἐκεῖνα Χερουβὶμ, ἅπερ ὁ ἱεροφάντης Μωϋσῆς Θεοῦ προστεταχότος ἐτεκτήνατο καὶ ἡ παλαιὰ καὶ ἔννομος σκηνὴ καθύπερθεν τῆς κιβωτοῦ ἔφερεν, ἃ δὴ οὐ παρὰ Ἰουδαίοις μόνον δεδόξαστο, ἀλλὰ καὶ τῆς χάριτος ὁ κῆρυξ Χερουβὶμ δόξης ἀποκαλεῖ σαφῶς ἤτοι τὰ διδοξασμένα. [Βθθ] Ἔτι γε μὴν καὶ ὅσα ἡ Σολομῶντος κατεσκεύασε σοφία καὶ τῷ θεσπεσίῳ Ἰεζεκιὴλ ὦπται, καὶ εἴ τι τοιοῦτον κατὰ τὰς ἱερὰς Βίβδλους ἱστόρηται καὶ τετίμηται, ἅπερ οὐ πέφρικεν· ὁ ἄθλιος καὶ βέβηλος ἐν εἰδώλων μοίρᾳ θεῖναι, ὡς ἀθετεῖν μᾶλλον ἢ προσίεσθαι τὰς θεοπνεύστους Γραφὰς προελόμενος· ἐξ ὧν λοιπὸν καὶ Ἰουδαίων ἀπιστότερος καὶ ἀγνωμονέστερος εἰκότως νομισθείη σὺν τοῖς ὁμόφροσιν αὐτοῦ. Ἄξια γὰρ ὡς ἀληθῶς τῆς ἑαυτῶν βδελυρίας ἀπιστίας τε καὶ ἀλογίας φρονήσαντες καὶ ἐκφωνήσαντες. ιζʹ. Καὶ γὰρ τῷ Χριστῷ κἀνταῦθα προφανῶς ἀπο. μάχονται, ὃς λαβὼν ὀθόνην λαμπρὰν καὶ ἃ τὸ ὑπέρλαμπρον καὶ ὑπέρκαλον ἐναπομαξάμενος θεῖον εἶδος ἐκπέμπει πιστῶς αἰτήσαντι τῷ τῶν Ἐδεσηνῶν ἡγεμόνι Αὐγάρῳ. Ἐξ ἐκείνου δὲ μέχρι καὶ τήμερον ἀποστολικῇ παραδόσει καὶ εἰσηγήσει, γνώσεώς τε καὶ μνήμης ἕνεκεν ὧν ὑπὲρ ἡμῶν ἔδρασέ τε καὶ πέπονθε Χριστὸς, καθὰ δὴ καὶ ἐν ταῖς ἱεραῖς τῶν Εὐαγγελίων δέλτοις ἀνιστόρηται, σεβασμίως ἐκτυποῦμεν καὶ προσκυνοῦμεν, κἂν οἱ Χριστομάχοι διαῤῥήγνυνται. ιηʹ. Καὶ μέντοι πρὸς τούτοις παράδοσις καὶ λόγος ἐχόμενος πειθοῦς καὶ μέχρις ἡμῶν κάτεισι, τὸν θεῖον εὐαγγελιστὴν Λουκᾶν ἐν εἰκόνι διαγράψαι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸνἔ, πρὸς δὲ καὶ τὴν πανάχραντον· αὐτοῦ Μητέρα, καὶ τὰς ἱεροτυπίας ταύτας διαφυλάσσειν? τὴν Ῥωμαίων πόλιν. Τί δὲ δεῖ λέγειν περὶ τῶν λοιπῶν ὧν ἐν Ἱεροσολύμοις, ὡς ἱστόρησαν τινες οἱ αὐτόθι γενόμενοι, ὡς πλεῖστα μέχρι τῆς δεῦρο πιστῶς· καὶ εὐσεβῶς ἱερογραφίας Ἀκ παλαιοῦ δι´ ἀκριβείας ἀνεστηλωμένας σεμνῶς περιέποντες προσκυνοῦσιν; Ὡσαύτως δὲ πάλιν ἀνα Κγέγραπται ὅτι Πέτρος καὶ Παῦλος οἱ κορυφαῖοι τῶν ἀποστόλων τὰ μεγαλεῖα τοῦ Θεοῦ κηρύττοντες ἐν τῇ Ῥώμῃ, καὶ ἃ πεποίηκεν ὁ Χριστὸς θαύματα, πρῶτον τὴν θείαν μεταμόρφωσιν ἐξεικονίσαντες Ῥωμαίοις παραδεδώκασι, καθὼς καὶ ὥφθη Μωῦσῇ καὶ Ἡλίᾳ ἐν μέσῳ τοῖς ἀγίοις προφήταις· ἃ δὴ καὶ μέχρι τοῦ νῦν σώζεται.