Ancient Greek
425
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 425
Unproofread scanNot analysed yet
τῶν καὶ ὁ τοῦ παλατίου παπίας, συγγενής ὤν τοῦ Μιχαήλ. Οὕτοι τῇ νυκτὶ ὁπλισθέντες, [Ρ. Θθβ] ἔνδοθεν τὰ ξίφη φοροῦντες, τοῦ παπίου ἀνοίξαντος ὡς ἰερεῖς μετὰ φελονίων εἰσῆλθον. Τοῦ δὲ βασιλέως εἰς τὴν ἐκκλησίαν εἰσελθόντος εἰσπηδήσαντες τὴν ἀνοσίαν αὐτοῦ ψυχὴν [. . .] ἐν τῷ παλατίῳ, ἐν ᾠ οὐδεὶς τῶν πρὸ αὐτοῦ βεβασιλευκότων ἀνῄρητο. κεʹ. Αὐτῇ δὲ τῇ ὥρᾳ ἐν τῇ εἰρκτῇ ἀπελθόντες ἐξ άγουσι τὸν Μιχαήλ καὶ εἰσάγουσιν ἐν τῇ ἑορτῇ, ἀντὶ δεσμοφόρου στεφηφόρον, ὡς πληρωθῆναι ἐπ´ αὐτὸν τὸ τοῦ Μαλμῳδοῦ λόγιον, τὸ, Ἐσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῖ ἀγαλλίασις Μετὰ δὲ ταῦτα ῥακίοις εὐτελέσι περιβαλόντες τὰ τποῆ ἀλιτηρίου μέλη, καὶ εἰς ἀκάτιον ἐμβαλόντες τὸ παμμίαρον αὐτοῦ σῶμα, κατὰ τὴν καλουμένην Πρώτην νῆσον ἐκφέρουσι καὶ κατορύττουσιν, ἔνθα καὶ τοὺς παῖδας αὐτοῦ ἀποκείραντες μονάσαι πεποιήκασιν· ,οὐκ οἶδα ἀνθ´ ὅτου ταύτην κατακριθεῖσαν τὴν συμφορὰν τοσούτων κακῶν ὑποδέξασθαι. κϛʹ. Προσεκτέον δὲ ὡς εἴ γε ἰσχύν τινα εἶχεν ὁ λόγος τῶν δυσσεβῶν τούτων καὶ δυσωνύμων καὶ ἀληβείας ἔμφασιν τὰ παρ´ αὐτῶν κτιζόμεναἵ, κἀν ταῖς ἄλλαις ἱεραρχίαις ὑπῆρξέ που πάντως πεφυλαγμένα καὶ γινωσκόμενα· νῦν δὲ οὐδαμόθεν ἐπιγνῶναι τοῦτο πάρεστιν. Ὁμοῦ τε γὰρ ἑῴα καὶ ἑσπερία λῆξις τὸ εὐαγγελικὸν δὴ τοῦτο καὶ ἀποστολικὸν περιέποντες διατελοῦσι κήρυγμα· καὶ οὔποτε ἐν ἄλλῃ ἐξουσίᾳ, ἔνθα Χριστιανοὶ, τὸ ἔκθεσμον ἐκεῖνο καὶ παράνομον καὶ τῆς Χριστιανῶν θεοσεβείας ἀλλότοιον Ῥ παραφυὲν καταλαμβάνεται θεοστυγὲς δόγμα, οὐδὲ ὅσον εἰς μνήμην ἀφῖχθαι τῶν πονηρῶν καὶ μυσαρῶν συνταγμάτων, ἀλλ´ ἣ μόνον κατὰ τὴν δούλην ταύτην καὶ ἠνδραποδισμένην καὶ τὰ θεῖα κατ´ ἐξουσίαν παίζουσαν, ἐν ᾗ τὸ ἐμπαθὲς καὶ πρόσυλον τῶν περὶ γῆν στρεφομένων καὶ ἰλυσπωμένων γήινον καὶ ἀλαζονικὸν καὶ ὑπερήφανον πρυτανεύει φρόνημα. Ἔνθα τὸ φίλαυτον, τὸ φίλαρχον, τὸ φιλήδονον, τὸ φιλόδοξον, ἡ πάντων καταθυμίων ἀπόλαυσις. τὸ πάντων ἐθέλειν ἄρχειν καὶ μηδὲ πρὸς αὐτοῦ Θεοῦ ἄρχεσθαι, καὶ ἡ τῆς ἀνθρωπίνης δόξης ἢ μᾶλλον εἰπεῖν αἰσχύνης κτῆσις καὶ περιποίησις. Ἔνθεν· ἡ κατὰ τοῦ