Ancient Greek
426
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 426
Unproofread scanNot analysed yet
Θεοῦ καὶ τῶν ἁγίων ὕβρις καὶ τῆς Ἐκκλησίας δ διω. γμός. Ἐντεύθεν κατακυριευόμενον ἢ τυραννούμενον τὸ ὑπήκοον τοῖς ἐκείνων δόγμασι καὶ θελήμασιν ὑποκύπτειν ἐκβιάζεται· [Ρ. ὅθθ] ὧν ἕνεκεν τὸ ἔμψυχον κεχάλκευται καὶ ἐσχεδίασται ὅπλον, σχήματι μὲν τοῦ σωματοφυλακεῖν ἠθροισμένον θ, ταῖς δὲ ἀληθείαις τοῦ ἐκπορθεῖν τὴν Ἐκκλησίαν Χριστοῦ καὶ ληΐζειν ἐπινενοημένον, προφάσει τοῦ συμπεριγράφεσθαι τὴν Χριστοῦ θεότητα ἐν τῇ εἰκόνι, παραληροῦντες · ὡς εἴ τις καὶ τὸ ἡλιακὸν δὴ τοῦτο καὶ· δισκοειδὲς σῶμα γεγραμμένον ἔν τινι τόπω, καθὼς ἔν τισιν ὁρᾶται γιγνόμενον, ὑποδείξειεν, ἐδογμάτι. σαν ἂν καὶ τὴν τοῦ φωτὸς οὐσίαν καὶ αὐγὴν συγγράφεσθαι καὶ περιγράφεσθαι ἢ πάντως ἐκ τοῦ ἡλίου τὸ φῶς ἀποτέμνεσθαι, ἢ πάλιν ἀκτῖνα ἡλίου εἴ που δένδρῳ προσβάλλουσαν ἴδοι, ἐντμηθείη δὲ τὸ δένδρον, συνεγκοπήσεσθαι καὶ τὴν ἀκτῖνα παραφρόνως ἐνομίσθη. Καὶ μέντοι καὶ ἐπὶ πυρὸς καὶ ἄλλων τινῶν διανοηθήσονται, ἵνα ἐνδίκως παρὰ παίδων παιζόντων παιχθήσωνται φρονοῦντες ἀσυνετώτερα. Εἰ γὰρ ἐπὶ τῶν εἰρημένων οὕτε γίνεσθαι οὔτε ὁρᾶσθαι πέφυκεν οὕτε μὴν λέγεσθαι χώραν ἕξειδ, πόσῳ μᾶλλον ἐπὶ τῆς ἀποῤῥήτου καὶ θείας φύσεως ἢ ἐπὶ τῆς ἀφράστου καὶ ἀνερμηνεύτου Χριστοῦ οἰκονομίας ταῦτα λέγειν ἢ ἐννοεῖν ἀδύνατα καὶ ἀνεπιχείρητα! Οὐδὲ γὰρ σαρκούμενος ἢ πάσχων ὑπὲρ ἡμῶν τῶ σώματι τοῦτο πέπονθεν, ἐπεὶ οὕτω γε καὶ εἰ ἄνθρωπος τῶν καθ´ ἡμᾶς εἰκονίζοιτο σώματι, ἀνάγκη καὶ τὴν ψυχὴν συνεικονίζεσθαι, ἢ πάντως τεθνήξετθαι χωριζομένων· τί γὰρ ἕτερον θάνατος ἢ χωρισμὸς ψυχῆς καὶ σώματος; Ὅθεν ἐν τούτοις φαίυανται προδήλως οὐδὲν ἧττον ἀσεβοῦντες ἢ ἀμαθαίνοντες · οὐ γὰρ ἴσασιν ὅσον γραπτοῦ καὶ περιγραπτοῦ τοῦ τε γράφειν καὶ περιγράφειν τὸ ἰδιάζον καὶ διηλλαγμένον, καὶ διὰ τοῦτο φενακιζόμενοι ματαιολογοῦσι. Ποῦ δὲ ὅλως σῶμα ἄγραφον ἢ ἀπερίγραφον ἐκ τοῦ παντὸς αἰῶνος ἤκουσται; ἢ πῶς ὁ τοῦ σώματος ὅρος καὶ λόγος σωθήσεται, εἰ μὴ ταῦτα ἔχοι; Ὁ τοίνυν μὴ δοξάζων γράφεσθαι ἢ περιγράφεσθαι τῶν Χριστὸν σώματι, ἢ ὅ τί ἐστι σῶμα οὐκ ἔγνω, ἐξ οὗ μηδὲ δόξαν ὀρθὴν κέκτηται, ἢ γνοὺς σῶμα καὶ ψυχὴν σώζεσθαι παραιτεῖταιἵ. Ὁ γοῦν ὁμολογῶν σῶμα τῶν Χριστὸν ἀνειληφέναι ὁποῖον τὸ ἡμέτερον, τοῦτο δὲ γραπτὸν καὶ περιγραπτὸν, ἐξ ἀνάγκης καὶ τὸ ὸῆ Χριστοῦ σῶμα γραπτὸν καὶ περιγραπτὸν εἶναι συνομολογήσειεν. Εἰ δὲ τὸ δεύτερον οὐ δώσει, οὐδὲ τὸ πρῶτον ἄρα, ὃ πάντη ἄλογον καὶ καταγέλαστον. ηζʹ. Οὐ περιγράφομεν οὖν ἡμεῖς, ἀλλὰ γράφομεν Κιναλογοῦσι δὲ οἱ ἄθλιοι καὶ ἄλλο ἀτοπώτερον· ὃν γάρ φασιν ἀπερίγραπτον, οὐκ[Ρ. ἔΙΟ οἶδ´ ὅπως ὑπ´ κύηθείας συμπεριγράφεσθαι τῇ εἰκόνι τερατεύονται.