Ancient Greek
427
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 427
Unproofread scanNot analysed yet
Εἰ δὲ δὴ μὴ χρῆναι τὸν Χριστὸν ἐἰκονίζεσθαι πάλν κενολογήσουσιν, ἡ τῶν διδασκάλων αὐτῶν Χάρυβδις αὐτοὺς μεγάλως περικέχηνε, Μάνεντος, Οὐαλεντίνου τε καὶ Μαρκίωνος. Δοκήσει γὰρ καὶ φαντα σίᾳ τὸν θεῖον Λόγον σεσαρκῶσθαι δοξάζοντες οὐδὲν ἧττον τῇ προτέρᾳ τοῦ ψεύδους βλασφημίᾳ περιπαρήσονται, οἷ γε πρὸς πᾶσαν τὴν οἰκονομίαν παραταττόμενοι δυσσεβῶς οὐ· κατερυθριῶσιν. Καὶ ταῦτα τίνες; Οἱ κατήγοροι τῶν ἐπαινουμένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σοφίαν ἀπαίδευτοι, τὰ ἀχάριστα κτίσματα, κατὰ τὴν θεολόγονφωνὴν. ΒΑΣΙΛΕΙΑ ΜΧΑΗΛΤΟΥ ΤΡΑΥΛΟΥ αʹ. Τῷ ϛτιςʹ ἀπὸ τοῦ κόσμου, ἀπὸ δὲ τῆς ἐνσάρκου οἱκονομίας ωις, ἐβασίλευσε Μιχαὴλ ὁ Τραυλὸς· ὁ Ἀμοραῖος, ἔτη ηʹ μῆνας θʹ. καὶ ἀπέθανεν ἐν δισο,. ρίας καὶ τῆς τῶν νεφρῶν σφοδροτάτης ἀλγηδόνος· ὃς μικρόν τι τῆς προκατασχούσης κακίας ὑπενδοὺς, ἅσον τοὺς ἐν εἰρκταῖς καὶ πόνοις καὶ ἐξορίαις ἐλευθερίαν τε καὶ ἄνεσιν ὀνειρώδη φαντάζεσθαι, τὸ τοῦ προηγησαμένουδυσωνύμου καὶ δυσσεβοῦς ὑπέθαλπε θεοστυγὲς φρόνημα, καὶ ὁμοίως τῷ αὐτῷ περιεπάρη τῆς δεινῆς αἱρέσεως ἀγκίστρῳ ἐξ ἀκροτάτης ἀλογίας καὶ ἀπαιδευσίας. Ὅθεν ἐπὶ σελεντίου ἕφη· Ο μέν πρὸ ὑμῶν ἐρευνησάμενοι τῶν δογμάτων· τὴν ἀκρίβειαν τὸν περὶ αὐτῶν εἰσπραχθήσοντοι λόγον, εἰ καλῶς ἢ κακῶς ἐθέσπισαν· ἡμεῖς δὲ ἐν ᾦ εὕρομεν τὴν Ἐκκλησίαν ?βαδίζοισσν, ἐν ατί ἄμκί, κμπε ὄεκε α αίε εἰαιειηι. Νοε αίο, ἰ μο ΕΣοίεεῖαη ἐπεεαάεπίεπα ασοερίνιμς, ὅπ ο συακενε εαίίε ἀισίηεμε. βʹ. Ἥν δὲ αὐτῷ παῖς ἐξ Εὐφροσύνης ὀνόματι Θεόφιλος, ὃν καὶ ἔστεψεν ἐν τῇ Μεγάλῃ ἐκκλησίᾳ. Ἐθέσπισε δὲ ὡς μὴ ἔχειν τινὰ ἐπ´ ἀδείας κινεῖν λόγον περὶ εἰκόνων, ἀλλ´ ἐκποδὼν γενέσθω καὶ οἰχέσθω καὶ ἡ Κωνσταντίνου σύνοδος καὶ ἡ Ταρασίου καὶ ἡ νῦν ἐπὶ Λέοντος γενομένη περὶ τῶν τοιούτων ζητημάτων, καὶ σιγὴ βαθεῖα τῆς τῶν εἰκόνων μνήμης γενέσθω. ΠΡ. ὅΙΙ] γʹ. Ἐφ´ οὗ Θωμᾶς ὁ ἀντάρτης ἐκτῶν ἀνατολικῶν μερῶν ἀπάρας ἤδη, καὶ λαὸν ἀγυρτώδη καὶ ἐπίμικτον προσυλλεξάμενος τὸ καὶ ἐπισυρόμενος, ἐπὶ τὸ Βυζάντιον ἐκίνησεν, τῆς βασιλείας παρ´ ἀξίαν ἐφιέμενος· ἐκ γὰρ τῇς Ῥωμαίων γῆς ὁρμώμενος, δυσγενής τε καὶ ἀφανὴς ἦν ,πρὸς τὰ μέρη τῆς Συρίας ἀφίκετο, Κωνσταντῖνον ἑαυτὸν μετονμάσας καὶ υἱὸν Εἰρήνης τῆς βασιλίσσης. Κἀντεῦθέν