Ancient Greek
435
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 435
Unproofread scanNot analysed yet
Ῥωμανίᾳ, μετὰ καιρόν τινα εἶπε πρὸς τοὺς δυνάστας τοῦ [Ρ. ὅΙθ] Ἀμερουμνῆ, ὅτι Ἐάν μοι τὸν υἱὸν τρῦ Ἀμερουμνῆ καὶ λαὸν παρέξετε, ἐξελθών ὑποτάξω τὴν Ῥωμανίαν. Οἱ δὲ τρῦ Ἀμερουμνῇ εἰπόντες αὐτὸν ἀπέστειλαν. Ὁ δὲ ἐλθὼν πλησίον τοῦ θέματος τῆς Ἀνατολῆς, προσκαλεσάμενος τοὺς ὑποχειρίους αὐτοῦ καὶ τὸν υἱὸν τοῦ Ἀμερουμνῆ ὡς δῆθεν διακινήσων καὶ κυνηγήσων, πόῤῥωθεν τῶν πολεμίων γενόμενος, περιπλακεὶς τρῦ υἱῷ τοῦ Ἀμερουμνῆ καὶ καταφιλήσας αὐτὸν εἶπεν, ὅτι Ἐγὼ μέν ἀπέρχομαι πρὸς τὸν Εασιλέα μου καὶ τὰ ἷδια, μηδὲν των ἐν τρῦ βίῳ προτιμήσας πατρίθος καὶ συμφυλετῶν · σὺ δὲ μετὰ τῶν σῶν, ὡς μηδὲν δεινὸν πείσεσθε ὑποπτεύοντες παρ´ ἡμῶν, ἄπιθι πρός τοὺς σούς. Καὶ οὗτος μὲν οὕτω μετὰ δακρύων καὶ αἰσχύνης ὑπέστρεψεν· ὁ δὲ Μανουήλ ἐχώρει πρὸς τὸν βασιλέα, προαποστείλας αὐτῳ τὸν μηνύσοντα. ιγʹ. Ὁ δὲ βασιλεὺς καὶ τὸν μηνυτὴν ὡς μεγάλων ἀγαθῶν ἄγγελον ἀποδεξάμενος χρήμασί τε καὶ ἀξιώμασιν ἐφιλοτιμήσατο, καὶ τὸν Μανουὴλ, ὡς ἄξιον ἦν, ὑπεδέξατο, μάγιστρον εὐθὺς καὶ δομέστικον τῶν σχολῶν ποιησάμενος, καὶ τοὺς αὐτοῦ παῖδας ἐκ τοῦ αγίου βαπτίσματος ἀναδεξάμενος ιδʹ. Τούτοις ἐπαρθεὶς ὁ βασιλεὺς ἐξῆλθε μετὰ Μανουὴλ καὶ τῆς συγκλήτου καὶ τοῦ στρατοῦ παντὸς κατὰ τῶν Ἀγαρηνῶν, καὶ εὐπετῶς τήν τε Ζάπετρον καὶ τὸ Σαμόσατον, πλούτῳ κομῶν καὶ δυνάλει τότε διὰ τὸ τὸν Ἀμερουμνῆν ἑκεῖθεν εἶναι παραλαβὼν ἐπάνεισι τῇ νίκῃ καὶ τοῖς λαφύροις γαυρούμενος, καὶ ἐλθὼν μέχρι τοῦ Βρύαντος προσέταξεν οἰκοδομῆσαι παλάτιον καὶ παραδείσους φυτεῦσαι καὶ ὕδατα ἀγαγεῖν· ἃ καὶ γέγονεν. Ἐκεῖθεν δὲ ἀφικόμενος εἱς τὴν πόλιν τὰ λάφυρα ἐθριάμβευσεν, ἱππικὸν ποιήσας καὶ τὸ πρῶτον βαιὸν παίξας, ἅρματι λευκῷ μὲν ἐποχησάμενος, χρώματι δὲ τρῦ βενέτῳ ἀμφιασάμενος, καὶ νικήσας ἐστεφανώθη, τῶν δήμων ἐπιβοώντων Καλῶς ἦλθες, ἀσύγοριτε φακτονόρη. ιεʹ. Τοῦ δὲ πατριάρχου Ἀντωνίου τελευτήσαντος ἀντ´ αὐτοῦ χειροτονεῖται Ἰωάννης ὁ σύγκελλος, ἵν´ εἴπω ὁ νέος Ἰαννὴς καὶ Ζαμβρὴς, βεβοημένος ἐπέ τε μαγείαις καὶ λεκανομαντείαις καὶ πάσῃ ἀσεβείᾳ· ὃς ὄργανον ἐπιτήδειον εὑρεθὲν τῆς τοῦ βασιλέως ἀσεβείας τε καὶ ῥοπῆς αὐτῷ πάντα πρὸς ἀπάλειαν εἰργάζετο. Καὶ ὃν ὤδινε μὲν. κατεῖνε δὲ ἄασιλίσνον. τῆς ἀσεβείας, ὁ βασιλεὺς ἐξέῤῥηξε καὶ ἀπέτεκε, τὰς ἀγίας εἰκόνας ἀναχρίεσθαι [. ὅᾶθ] προστάξας ἢ ἀπαλείφεσθαι. ιςʹ. Οὕτος ὁ Ἰαννὴς πρὸ τοῦ ἄστεος οἴκημα ἐπ λίθων λαξευτῶν κατασκευάσας, ὃ Τροῦλος μέχρι νν ὀνομάζεται, διά τινων θυσιῶν ὡμίλει τοῖς δαίμοσει καὶ τρῦ βασιλεῖ τὰ μέλλοντα διεσήμαινεν. Ὃ δὴ καὶ ἀνοίκητον ἔμεινεν διὰ τὰς ἐν αὐτῷ γενομένας τότε τῶν δαιμόνων ἐπιφοιτήσεις. ιη. Διὰ τοῦτο σύμμαχον τοῦτον καὶ συνίστορα ἔχων Θεόφιλος τῆς αὐτοῦ αἱρέσεως, ὁ δεύτερος Νεκτεναβὼ τὸν ῥηθέντα Ἰωάννην, μᾶλλον δὲ Ἰαννὴν,