Ancient Greek
436
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 436
Unproofread scanNot analysed yet
τὸν πατριάρχην ἢ μανδριάρχην, τὸν νέον ὄντως Ἀπολλώνιον ἢ Βαλαὰμ, ἐν τοῖς καθ´ ἡμᾶς χρόνοις κακῶς ἀναφανέντα λεκανόμαντιν καὶ πάσης θεοστυγοῦς πράξεως καὶ τερατείας δεινὸν ὑποφήτην· ὑφ´ οὗ ταὶ τὰ γράμματα παιδευθεὶς ὁ εὐρίπιστος καὶ δόλιος ὑπηρέτης δόκιμος ἐχθίστων πραγμάτων! καὶ τοῦ διαβόλου ἐπιτήδειον ὄργανον γέγονεν. Οὓς ἂν ἀνδίκως ὁ θεῖος λόγος σπαράσσεται σχετλιαστικῶς, Κφάσκων· Οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ χάριν· ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώ λρντο. Οὗτοί εἰσι γογγυσταὶ καὶ μεμύίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι ἐν ταὶ ἀπάταις αὐτῶν. Ἐφαρμόσειεν δ´ ἂν· αὐτῷ μάλα εἰκότως καὶ τὰ τοῦ ὁμοτρόπου Ἰουλιανοῦ παρὰ τῇ θεολόγῳ στηλιτευόμενα γλώσσῃ· σφόδρα γὰρ ἐμφερὴς ἐναπέφηνε καὶ εἰς μηδὲν ἀπεοικὼς τῆς ἐκείνου κακουργίας καὶ δυστροπίας. Ἔφη γοῦν· Πῶς μὴ δακρύσω τὸν ἄθλιον; πῶς μὴ πλέον τῶν δεθιωγμένων τοὺς προσδραμόντας, πλέον δὲ πῶαὐτομολησάντων εἰς τὴν κακίαν θρηνήσω τὸν μυναρπάσαντα; μᾶλλον δὲ τοῖς μέν οὐδὲν δεινὸν τὸ ὑπέρ Χριστοῦ παθεῖν, ἀλλὰ καὶ πάντων μκακαριστότατον, οὐκ ἐκεῖθεν μόνον, ἀλλὰ καὶ διὰ τὴν ἐντεῦθεν εὐδοξίαν καὶ παῤῥησίαν, ἣν διὰ τῶν κινδύνων ἑαυτοῖς ἐχαρίσαντο. Τοῖς δέ Κφροοίμιον τῶν ἀπειλουμένων ἄπερ ἥδη πεπόνβασι · καὶ βέλτιον ἢν αὐτοῖς, εἰ ἐνταῦθα μακρότερον ἐκολάσθησαν, ἢ τοῖς ἐκεῖ δικαιοκριτηρίοις ἐταμιεύθησαν. Καὶ γὰρ ὤσπερ τὸν χαμαιλέοντα ἰόγος παντοῖον γίνεσθαι ῥᾳδίως καὶ πάσας μεταβάλλειν χροιὰς πλὴν μιᾶς τῆς λευκότητος, οὕτως κἀκεῖνος πάντα ἢν καὶ ἐγίνετο Χριστιανοῖς πλὴν ἡμερότητος· καὶ ἧνλίαν ἀπάνθρωπον αὐτῷ τὸ φιλάνθρωπον, καὶ τὸ πιθανὸν βίαιον, καὶ ὰπολοία τῆς ἀγριότητος ἡ χρηστότης. Ὅθεν λεκτέον πρὸς αὐτὸν, Ἐὐηθέστατε καὶ ἀπαιδευτότσιε τὰ μεγάλα, σὺ κατὰ τοσούτου κλήρου καὶ τῆς οἰκουμένης ἀνέστης, σὸ κατὰ τῆς τοῦ [Ρ. ὅαΙ] Χριστοῦ Ἐκκλησίας καὶ· θυσίας τοῖς σοῖς μιάσμασι, σὺ κατὰ τοῦ τὸν κόσμον καθμίροντος αἷματος τοῖς σοῖς μιαροῖς αἴμασι· ν σὐ μετὰ Ἐρώθην διώκτης, καὶ μετὰ Ἰούδαν προδότης, πλὴν ὅσον οὐκ ἀγχόνῃ τὴν μετάνοιαν ἔδειξας ὤσκερ κἀκεῖνος, καὶ χριστοκτόνος μετὰ Πιλᾶτον, καὶ μετὰ Ἰουδαίους μισόθεος, ὁ τῶν ότίων ὑβριστής. Ἱεροβοάμ σε εἰπεῖν οἰκειότερον, ᾖ Ἀχαᾶβ τὸν Ἰσραηλίτην, τοὺς παρανομωτάτους, ἢ Φαραὼ τὸν Αἰγύπτιον, ἢ Ναβουχοδονόσορ τὸν Ἀσσύριον; ἢ πάντα ταῦτα συνελόντες να καὶ τὸν αὐτὸν ὀνομάσωμεν, ἐπεὶ καὶ τὰς πάντων κακίας φαένεσαι εἰς σεαυτὸν! συλλεξάμενος,