Ancient Greek
449
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 449
Unproofread scanNot analysed yet
αὐτῷ τὴν ἄλογον τοῦ κατασκευασθέντος οἴκου εὐπρέπειαν, ὡς βουλόμενος ἐπαινεθῆναι παρ´ αὐτοῦ, εἰπὼν καὶ τοῦτο, ὡς «Ἄεὶ μνημονεύεσθαι μέλλωδιὰ τὴν τοῦ ἔργου τούτου κατασκευήν.» Ὁ δέιέφη τῷ βασιλεῖ· Ἰουστινιανὸς ἔκτισε τὴν Μεγάλην Ἐκκλησίαν, κοσμήσας χρυσῷ καὶ ἀργύρῳ καὶ μαρμάροις πολυτίμοις, καὶ μνήμη αὐτοῦ νῦν οὐκ Κστιν. Καὶ σὺ, βασιλεῦ, κοπροβέσιον ποιήσας καὶ ἀλόγων ἀνάπαυσιν, καὶ λέγεις μνημονεύεσθαι διὰ τοῦτος Ὁ δὲ ἀποτυχὼν τῶν ἐξ αὐτοῦ ἐπαίνων καὶ ὀργισθεὶς, τυπτόμενος καὶ συρόμενος ἐξεβλήθη ὁ Πτωχομάγιστρος. κʹ. Φήμης δὲ διαθεούσης περὶ Βάρδα Καίσαρος ὅτι τῇ νύμφῃ αὐτοῦ συμφθείρεται, τοῦτο ἀκούσας Ἰγνάτιος ὁ πατριάρχης πολλάκις παρήνεσεν αὐτὸν Κἀποσχέσθαι τοῦ τοιούτου μύσους καὶ μὴ πρόσκομμα εἶναι πολλῶν τὸν ἀρετῆς ὑπόδειγμα εἶναι ὀφείλοντα καὶ σώφρονος βίου. Ὁ δὲ φρονεῖν κατεπείγετο. Καὶ δή ποτε μέλλοντα κοινωνεῖν τὸν Βάρδαν ὁ πατριάρχης ἀπώσατο ὡς μὴ πειθόμενον κανόσιν ἢ παραινέσεσιν · ὃς ὀργῇ πληγεὶς τὴν ψυχήν τὸν παραινέτην ὡς ἄνομον καὶ φθορέα τῆς ἐκκλησίας ἐξέωσε καὶ βασάνοις ἀπείροις καὶ ἀνημέροις ὑπέβαλεν ὡς ποιῆσαι παραίτησιν. Τοῦ δὲ μὴ πεισθέντος θώτιον πατριάρχην ἀντ´ αὐτοῦ χειροτονεῖ, πρωτασηκρῆτιν ντα τῷ κατ´ ἐκεῖνο καιροῦ καὶ λογιώτατον πάνυ. καʹ. Ὡ δὲ βασιλεὺς ἐξεστράτευσε κατὰ τῶν Ἀγαρηνῶν, καταλιπὼν ἐν τῇ πόλει ταύτην φυλάττειν Ὡορύφαν ὕπαρχον ὄντα, ὅστις οὔπω τοῦ βασιλέως οὐδὲν ἐξ ὧν ἐμελέτα καὶ κατὰ νοῦν εἶχεν ἐργασαμένου [Ρ. ὅθ] τὴν τῶν ἀθέων Ῥὼς ἐμήνυσεν ἄφιξιν, γεγενημένους ἤδη κατὰ τὸν Μαυροπότα Κμον. Καὶ ὁ μὲν βασιλεὺς καὶ τῆς ἐχομένης μετεσχέθη ὁδοῦ, καὶ δι´ ἡν ταύτην ἀφῆκεν Κοὐδὲν βασιλικὸν καὶ γενναῖον εἰργάσατο. Οἱ δὲ Ῥὼς Κφθάσαντες ἔνδον τοῦ Ἱεροῦ γενέσθαι πολὺν εἰργάσαντο φόνον Χριστιανῶν καὶ ἀθῶον αἰμα ἐξέχεον. Ὑπῆρχον δὲ πλοῖα διακόσια, ἃ περιεκύκλωσαν τὴν πόλιν καὶ πολὺν φόβον τοῖς ἔνδοθεν ἐνεποίησαν. Ὁ δὲ βασιλεὺς καταλαβὼν μόλις ἔσχυσε διαπερᾶσαι. Καὶ δὴ σὺν τῷ πατριάρχῃ Φωτίῳ εἰς τὸν ἐν Βλαχέρναις ναὸν τῆς τοῦ Θεοῦ Μητρὸς παρεγένοντο, κἀκεῖ τὸ Θεῖον ἐξιλεοῦντο καὶ ἐξευμενίζοντο. Ετα μεθ´ ὑμνωδίας τὸ ἅγιον τῆς Θεοτόκου ἐξαγαγόντες ὠμοφόριον τῇ θαλάσσῃ ἄκρως προσέβαψαν, καὶ νηνεμίας οὖσης εὐθὺς ἄνεμον ἐπφο. ραὶ καὶ τῆς θαλάσσης ἡρεμούαης κυμάτων ἐπᾳναατάσεις ἀλλεπάλληλοι ἐγένοντο, καὶ τὰ τῶν ἀθέων Ῥὼς πλοῖα κατεάγησαν, ὀλίγων ἐκπεφευγότων τὸν κίνδυνον. κἂʹ. Βάρδα δὲ τοῦ Καίσαρος ἐν τῇ προελεύσει διτρχομένου μετὰ σκαραμαγγίου ὀξέος εἰς τὸ Ὡρολόγιον καθεζόμενος Δαμιανὸς ἐκεῖσε πατρίκιος, ὁ καὶ παρακοιώμενος, οὐκ ἐπηγέρθη τιμῆσαι αὐτόν. Τοῦτο ἰδών ὁ Καῖσαρ ἐθυμώθη λίαν· καὶ εἰσελθόντος αὐτοῦ