Ancient Greek
450
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 450
Unproofread scanNot analysed yet
καὶ δακρύοντος ἀπὸ ὀργῆς καὶ θυμοῦ ἠρώτησε τὴν ασίαν ὁ βασιλεύς. Ὁ δὲ ἔφη, ὅτι Δαμιανὸς δὴ ὁ παρακοιμώμενος εἰς ὅνειδος ἐμοῦ καὶ τῆς σῆς Κβασιλείας οὐκ ἐπηγέρθη μοι ἐνώπιον τῆς συγκλήτου. Θυμωθεὶς δὲ ὁ βασιλεὺς Μαξιμιανόν τινα χοιτωνίτην παρευθὺ προστάττει ἆραι Δαμιανὸν καὶ ἐν τῷ ἐμπορίῳ τοῦ Ἀγίου Μάμαντος ἀπαγαγεῖν, καὶ σοῦτον ἀποκεῖραι καὶ ποιῆσαι μοναχὸν, καὶ προστάξαι φρουρεῖσθαι· καὶ τῇ αὐτῇ ἡμέρᾳ προβάλλεται Βασίλειος ὁ πρωτοστράτωρ παρακοιμώμενος. Ἐζηλοτύπησε δὲ ὁ Καῖσαρ τοῦτο ἀκούσας, καὶ ἔκτοτεἐήτει ἀποκτεῖναι Βασίλειον, κνί. Ἐχώρισα Βασίλειον ὁ Μιχαὴλ τῆς ἰδίας γυναικὸς Μαρίας, δεδωκὼς αὐτῷ γυναῖκα Εὐδοκίαν τὴν Ἰργηρῖναν, διορισάμενος αὐτῷ κυρίαν αὐτὴν ἔχειν· ἦν γὰρ αὐτὴ τοῦ βασιλέως παλλακὴ, καὶ πάνυ ἡγάπα αὐτὴν ὡς εὐπρεπῆ. Τῇ δὲ προτέρᾳ αὐτοῦ γυναικὶ Μαρίᾳ δοὺς χρυσίον καὶ ἄλλα τινὰ ἀπέστειλεν ἐν Μακεδοίᾳ εἰς τὰ ἴδια. Θέκλαν δὲ τὴν ἰδίαν ἀδελφὴν προσήρμοσε Βασιλείῳ τοῦ ἔχειν ἰδίως. δβΤ] κδʹ. Ἔκτοτε δὲ ὑπεβλέποντο ἀλλήλους ἄ τε Καῖσαρ καὶ ὁ Βασίλειος, ζητοῦντες πῶς ἕτερος τὸν ἕτερον ἀνελεῖ. Ἰδίως δὲ ἐλοιδόρει Βασίλειος βασιλεῖ τὸν Καίσαρα ὡς κατ´ αὐτοῦ μελετῶντα. Ὁ δὲ ταῦτα ὠς λῖρον ἤκουεν. Ὁ δὲ Βασίλειος σπεύδων πληροφορῆσαι τὸν βασιλέα συμφιλιοῦται Συμβατίῳ πατρικίῳ καὶ λογοθέτῃ τοῦ ἕ δρόμου, γαμβρῷ δὲ τοῦ Καίσαρος· καὶ δι´ ὅρκων ἐβεβαιώσαντο ἀλλήλους ἐν ὁμονοίᾳ καὶ διηνεκεῖ ἀγάπῃ εἶναι. Ἐπληροφόρησε δὲ καὶ Συμβάτιον ὁ Βασίλειος δι´ ὅρκων φρικτῶν, ὡς «Τοῦ βασιλέως ἀγάπην πολλὴν ἔχοντος πρὸς σὲ, κἀμοῦ σπουδάζοντνος τὰ ὑπὲρ σοῦ, μελετᾷ μὲν προβαλέσθαι Καίσαρα, ἀλλὰ διὰ τὸν πενθερόν σου τοῦτο ἀδυνατεῖ ποιῆσαι.» Ὁ δὲ ἀπατηθεὶς τοῖς ὅρκοις τοῦ Βασιλείου γένονε κατὰ τοῦ Καίσαρος Βάρδα τοῦ ἰδίου πενθεροῦ· καὶ εἰσελθὼν εἰς τὸν βασιλέα ἐξωμόσατο πληροφορῆσαι αὐτὸν, ὅτι «Ὁ Καῖσαρ βούλεταί σε ἀνελεῖν,» ἐξειπών καὶ τὰ τῆς βουλῆς. α εε [ι ΒΑΟ αο ἰ ομε Οωαι οοερῖτανοιῖε Ποσοιπς εἰπμ φιἰαια ολαταε ᾳ βοὲ οοΙαΓαΟΩφ. κεʹ. Ὁ δὲ βασιλεὺς τοῖς ὅρκοις τοῦ Συμβατίου πεισθεὶς καὶ τοῖς λόγοις τοῦ Βασιλείου βεβαιωθεὶς ἐνδομύχει κατὰ τοῦ Καίσαρος. Εἰδὼς δὲ Βασίλειος ἅτι πάντα καλῶς κατὰ τοῦ Καίσαρος συνεσκεύασται, έν τῆ πόλει μὴ δυνάμενος τοῦτο ποιῆσαι, πείθει τὸν βασιλέα κινῆσαι στόλον καὶ στρατὸν κατὰ τῆς Κρήτης. Τούτου δὲ γενομένου Λέων ὁ φιλόσοφος Βάρδαδ αὸν Καίσαρα παρῄνει ὑποστέλλεσθαι καὶ τηρεῖν Κἐαυτὸν ἀπὸ Βασιλείου. Ὁ δὲ Καῖσαρ τὸν βασιλέπάλιν ἐπεφώνει τοῦ φείδεσθαι Βασιλείου. κϛʹ. Γενομένης δὲ τῆς προελεύσεως εἰς τὰ Χαλκοπράτεια τῷ Εὐαγγελισμῷ, καὶ τῆς εἰσόδου γενομένης καὶ τοῦ Εὐαγγελίου τελεσθέντος, ἀνῆλθεν ὁ πατριάρχης Φώτιος καὶ ὁ βασιλεὺς σὺν τῷ Καίσαρι καὶ τῷ παρακοιμωμένῳ ἐν τοῖς κατηχουμένοις, τοῦ