Ancient Greek
451
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 451
Unproofread scanNot analysed yet
πατριάρχου ἐπὶ χεῖρας ἱχοντος τὸ τίμιον αἵμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ βάψαντες ὅ τε βασιλεὺς καὶ ὁ Βασίλειος τοὺς τιμίους ὑπέγραψαν σταυροὺς, ὅρκῳ βεβαιοῦντες τὸν Καίσαρα ἀφόβως συνεξελθεῖν μετ´ αὐτῶν ἐν τῷ ταξειδίῳ. Φανερῶς γὰρ Λέων ὁ φιλότοῖς · ἐξερχόμενον γὰρ ἔλεγε μὴ ὑποστραοῆναι κζʹ. Ἀπὸ δὲ τῆς ἑορτῆς του Πάσχα ἀπάρας ὁ βασιλεὺς μετὰ πολλοῦ στρατοῦ κατέλαβεν ἐν τῷ θέματι τῶν Θρᾳκησίων. Ἀπληκευσάντων δὲ αὐτῶν εἰς Κήπους Βασίλειος ὁ παρακοιμώμενος [Ρ. ἄΒ] βουλὴν ἐποιεῖτο ἀνελεῖν τὸν Καίσαρα. Ὑπῆρχε δὲ ἐν τῇ βουλῇ Μαυριανὸς καὶ Συμβάτιος καὶ Ἀσυλαίων ὁ ἐξάδελφος αὐτοῦ καὶ Πέτρος ὁ Βούλγαρος καὶ Ἰωάννης ὁ Χάλδος καὶ Κωνσταντῖνος ὁ Τοξαρᾶς. Ἰωάννης δὲ ὁ Νεατοκωμήτης διέγνω ταῦτα· καὶ κατελθὼν εἰς τοῦ Καίσαρος τένταν τοῦ ἡλίου δύνοντος, καὶ αυντυχών Προκοπίῳ πρωτοβεστιαρίῳ τοῦ Καίσαρος, διεβεβαιοῦτο, ὅτι «Αὔριον μεληδὸν κατακόπτε. ται ὁ δεσπότης ὑμῶν ὁΚαῖσαρ.» Ὁ δὲ Καῖσαρ ταῦτα ἀκούσας εἴπε Προκοπίῳ· Ἀπελθὼν εἰπὲ τῷ Χεατο κομήτῃ, ὅτι ληρεῖς. Οἶδας ὅτι νέος εἶ, καὶ οὐ κρέπει σοι ἡ τοῦ κατρικίου ἀξία· σὺ γὰρ διὰ πρῦτο τὰ ζζάνια αὐτὰ ἐγείρεις. Ἄϋπνος δὲ διατε λέσας, ὄρθρου βαθέος τοὺς αὐτοῦ πάντας προσκαλοαάμενος διεσάφησε τὰ λαληθέντα αὐτῷ, βουλὴν ἐπε. ζητῶν παρ´ αὐτῶν. Φιλόθεος δὲ πρωτοσπαθάριος καλ γενικὸς, προσφιλὴς αὐτοῦ ὤν, εἶπε τῷ Καίσαρι· Αδ. ρειον, ὡ δέσποτα, περιβαλοῦ τὸν χρυσοπέρσικάσρυ χιτῶνα, καὶ ὄφθητι τοῖς ἐχθροῖς σου, καὶ ἀπὰ χροσώπου σου φεύξονται. κηʹ. Τοῦ ἡλίου δὲ ἀνμτείλαντος ἵππῳ ἐπιβὰς παραγένετο πρὸς τὴν κόρτην τοῦ βασιλέως μετὰ στολῆς λαμπρᾶς, πολλῶν περικυκλούντων αὐτὸν, ἔχων πρωτοστράτορα γενναῖον τὸν Ἀργυρόν. Κωνσταντῖνος ὁ Τοξαρᾶς τῇ Βασιλείου [. . .] προυπήντησε. Προσκυνήσας αὐτὸν καὶ ὑποατραφεὶς ἐμήνυσε Βασιλείῳ τὴν τοῦ Καίσαρος ἄφιξιν. Βασίλειος δὲ ἐξελθῶν προσεκύνησεν αὐτὸν, καὶ τῇ χειρὶ κρατήσας προσήγαγε πρὸς τὸν βασιλέα. Ὁδὲ Καῖσαρ συγκαθεσθεὶς τῷ βασιλεῖ ἕφη· Τοῦ λαοῦ παντὸς, ὦ δέσποτα, συνηο· μένου πρόσσαξον διαπερᾶσαι ἐν τῇ Κρήτῃ. Ὄπισθεν δὲ ἐπιστὰς ἑστὼς ὁ Βααίλειος τῇ χειρὶ διηπεῖλ· τὸν Καίσαρα. Αἴφνης δὲ ἐπιστραφέντος τοῦ Καίσαρος καὶ ἰδόντος αὐτὸν ἀπειλούμενον, παρευθὺ Βασίλειος δέδωκεν αὐτῷ μετὰ τοῦ ξίφους, καὶ οἱ λοιποὶ οἱ μετ´ αὐτοῦ μεληδὸν κατέκοψαν αὐτὸν, τοῦ βασιλέως βλέποντος καὶ σιωπῶντος. κθʹ. Ὥρα δὲ ἦν τρίτη τῆς ἡμέρας. Εὐθέως δὲ ὁ βασιλεὺς καὶ ὁ Βασίλειος ἐπὶ τὴν πόλιν ὑπέστρεψαν. Ἐρχομένων δὲ κατὰ τὴν ὁδὸν, κατὰ τὸ ἐμπόριον τοῦ Ἀκρίτου, λαοῦ πολλοῦ συνηγμένου ἰδεῖν τὸν βασιλέα, εἶς τις μοναχικὸν σχῆμα περιβεβλημένος, ἐφ´ ὑψηλῆς στὰς πέτρας, ἐφώνει μεγάλως τῷ βασιλεῖ· Καλὸν ταξείδιον ἐποίησας, ὖ βασιλεῦ, τὸν Τδιισυγγενῆ καὶ τὸ πατρῷον αἷμα ἔίφει ἀνελόν. Οὐαί