Ancient Greek
455
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 455
Unproofread scanNot analysed yet
σιλείου. Ὁ δὲ τὸ ξίφος γυμνώσας ἀνηλεῶς ἔπηξε κατὰ τῆς καρδίας τοῦ θασιλέως, διασχίσας τὰ ἔγκατα αὐ τοῦ. Καὶ στραφεὶς ἐνεκαυχᾶτο πρὸς Βασίλειον ὡς ἀνδραγάθημά μέγα πεποιηκώς. λεʹ· Κλύδωνος δὲ ὄντος ἐν τῇ θαλάσσῃ, συναθροι. σθέντες κατῆλθον μέχρι καὶ τοῦ περάματος, καὶ διαπεράσαντες ἦλθον εἰς τὸν οἶκον Εὐλογίου τοῦ Πέράου, καὶ τοῦτον ἄραντες ἦλθον εἰς τὰ Μαρίνης. Πλάξ δὲ ἧν περιφράσσουσα τὸ τεῖχος, καὶ κρατήσας Βασίλειος πλάκα, καὶ εἰσῆλθον μέχρι τῆς πύλης τοῦ παλατίου. Εὐλόγιος δὲ ὁ Πέρσης ἐλάλησε τῇ αὐτοῦ γλώττῃ Ἀρταβάσδῳ ἐταιρειάρχῃ. ὡς «Ὁ Μιχαήλ ξίφει ἐτελεύτησεν, καὶ ἄνοιξον τῷ βασιλεῖ.» Καὶ ὁ Ἀρτάβασδος εἰσδραμὼν πρὸς τὸν παπὶαν, καὶ ἄρας ἀπ´ αὐτοῦ τὰς κλεῖς βιαίως, διήνοιξε τῷ βασιλεῖ. Καὶ γενόμενος ἔνδοθεν πασίλειος ἦρε τὰς κλεῖς τοῦ παλατίου ἐπὶ νεῖοας καὶ τῇ ἕωθεν Γρηγόριον τὸν ἐπιλεγόμενον τοῦ Φιλήμονος ἐποίησε παπίαν. Παρευθὺ δὲ ἀποστέλλει ἐν τῷ Ἀγίῳ Μάμαντι, καὶ εἰσήγαγεν Εὐδοκίαν [Ρ. ὄ] τὴν τοῦ Ἵγγηρος μετὰ δόξης πολλής ἐν τῷ παλατίῳ. ἀπέστειλε ἂὲ καὶ Ἰωάννην πραιπόσιτον τοῦ ἆραι τὴν Λεκαπολίτισσαν καὶ πρὸς τοὺς ἰδίους γονεῖς ἀπαγαγεῖν. Ἀπέστειλε δὲ καὶ Παῦλον κοιτωνίτην τοῦ ἀφταφιάσαι Μιχαήλ. Καὶ ἀπελθὼν εὗρεν αὐτὸν ἐντετυλιγμένον ἐν τῷ σαγίσματι τοῦ δεξιοῦ ἵππου οὗ ἤλαυνεν, καὶ τὰ ἔγκατα αὐτοῦ ἔξωθεν ἐκκρεμάμενα. Εὗρε δὲ ἐκεῖ θρηνούσας καὶ ἐλεεινολογουμένας ἐπ´ ἀὐτῷ τήν τε μητέρα καὶ τὰς ἀδελφὰς αὐτοῦ· καὶ εἰσάγαγον εἰς πλοιάριον διεπέρασαν ἐν τῇ μονῇ τῆς Χρυσοπόλεως, κἀκεῖ αὐτὸν ἐνταφιάσασαιΡ ἔθαψαν. ΚΑΣΙΛΕΙΑ ΒΑΣΙΛΕἰΟΥ ΜΑΚΕΔΟΝΟΣ αʹ. Τῷ πτξζʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας αρκώσεως ωξζʹ, ἐβασίλευσε Βασίλειος ὁ Μακεδὰν, μετὰ Μιχαὴλ ἔτος ἓν καὶ μῆνας δʹ, καὶ μόνος ἔτη ιθʹ. Προσέταξε δὲ τῷ ὑπάρχῳ Μαριανῷ υἱῷ Πετμωνᾶ ἀνελθεῖν ἐν τῷ φόρῳ καὶ ἀναγορεῦσαι αὐτὸν μετὰ παντὸς τοῦ λαοῦ μόνον βασιλέα. βʹ. Ἀναγκαῖον δὲ ἡγησάμην γράψαι τὴν τταρὰ τοῦ Θεοῦ γενομένην ἐκδίκοσιν εἰς τοὺς τὸν Μιχαίλ δισχειρισαμένους, καὶ ἃ πὸπονθέν ἕκαστος αὐτῶν ἐν διαφόροις καιροῖς. Ὁ μέν οὗν Ἰακωβίτζης κυνηγῶσυν μετὰ τοῦ βασιλέως ἐν τῷ Φιλοπατίῳ, τοῦ ξίφους αὐτῷ ἐκπεσόντος ἡατελθὼν τοῦ ἵππου, ἄρας αὐτὰ τοῦ ποδὸς αὐτοῦ μὴ φθάσαντος τῇ γῇ ἐπιβῆναι, ἀλλὰ καὶ τοῦ ἑτέρου κρατηθέντος ἐν τῇ σκάλφ, θροηθεὶς ὁ ἵππος διέσυρεν αὐτὸν καὶ φάραγγάς καὶ βοθύνους διελθών τοῦτον μεληδόν διέσπασεν. Ἰωάννης δὲ ὁ Χάλδος στρατηλάτης γεγονὼς ἐν Χαλδίᾳ, καὶ φωραθεὶς κατὰ βασιλέως μελετᾷν, ροστάξει τοῦ βασιλέως ἀνεσκολοπίσθη παρὰ Ἀνδρέου στρατηλάτου. Ὁ δὲ ἐξάδελφος τοῦ βασιλέως Ἀσυλαίων ἐξωσθεὶς παρ´ αὐτοῦ τοῦ βασιλέως ἐν τῷ προαστείῳ αὐτοῦ ὤν κπώνυμον τοῦ Χαρτοφύλακος, ὡς ἀπηνὴς καὶ ὡαδς εἰς τοὺς δούλους αὐτοῦ ὤν, μαχαίραις παρ´ αὐτῶν ἐν