Ancient Greek
456
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 456
Unproofread scanNot analysed yet
νυκτὶ ἀνῃρέθη· οὓς ὁ βασιλεὺς κρατήσας καὶ μεληδὸν κατακόψας κατέκαυσεν ἐν τοῖς Ἀμαστριανοῦ Ὁ δὲ ἀπελάτης ὁ τοῦ Πέρσου σκωληκόβρωτος γενόμενος τοῦ ζῇν ἀπηλλάγη. Κωνσταντῖνος δὲ ὁ Τοξαρᾶς εἰς Κιβυῤῥαιώτας σπαθοκοπηθεὶς τελευτᾶ. Καὶ Μαριανὸς ὁ ἀδελφὸς τοῦ βασιλέως τὸν πόδα συντριβεὶς καὶ ὑπὸ σκωλήκων καταβρωθεὶς τελευτᾷ. [ΡὄὲΑ]γʹ. Ὁ δὲ βασιλεὺς προελθὼν ἐν τῇ ἡμέρᾳ τῶν Χριστοῦ γενεθλίων ἐν τῇ προελεύσει εἰς τὴν Μεγάλην Ἐκκλησίαν ἐβάπτισε Στέφανον τὸν υἱὸν αὐτοῦ. Ἀγαγὼν δὲ ἵππους λευκοὺς μετὰ ἁρμάτων ἐκάθισεν ἅμα τῇ Αὐγούστῃ. Καὶ ὁ πραιπόσιτος Βαάνης σὺν αὐτοῖς βαστάζων τὸ παιδίον μέχρι τοῦ παλατίου. τοῦ βασιλέως ῥίπτοντος ὑπατείαν ἐν τῇ ὁδῷ, δʹ. Ἐγένετο δὲ σεισμὸς τῇ ἑορτῇ τοῦ ἁγίου Πολυεύκτου μέγιστος, ὥστε τὴν γῆν σείεσθαι ἐπὶ ἡμέρας τεσσαράκοντα. Ἔπεσε δὲ τότε καὶ ἡ σφαῖρα τοῦ ζώδου τοῦ φόρου, καὶ τῆς ὑπεραγίας Θεοτόκου ἡ ἐκκλησία ἢ λέγεται τὸ Σίγμα, ὥστε πάντας τοὺς ψάλλοντας ἐκεῖσε τελευτῆσαι. Λέων δὲ ὁ φιλόδοφος τυχὼν ἐκεῖσε ἔλεγε τοῖς ψάλλουσι καὶ πᾶσι τοῖς οὖσιν ἐαεϊσἐξελθεῖν τῆς ἐκκλησίας· οἱ δὲ μὴ πεισθέντες συνετελέσθησαν ἅπαντες. Αὐτὸς δὲ ὁ φιλόσοφος εἰς κίονα ὑπὸ συστημάτων σταθεὶς μετὰ ἑτέρων δύο ἐσώθη, καὶ ἔτεροι πέντε μόνοι ὑποκάτω τοῦ ἄμβωνος. εʹ ὡώτιος δὲ ὁ πατοιάοχης ἐλθόντος τοῦ βασιλέως ἐν τῇ ἐκκλησίᾳ καὶ μέλλοντος αὐτοῦ κοινωνεῖν, τοῦτον λῃστὴν καὶ φονέα ἔλεγε καὶ ἀνάξιον τῆς θείας κοινωνίας. Ὁ δὲ θυμωθεὶς ἀπέστειλεν ἐν Ῥώμῃ, καὶ ἤγαγε τόμθν μετὰ Ῥωμαίων ἐπισπόπων, καὶ τοῦτον τοῦ θρόνου ἐξέωσεν, καὶ προεχειρίσατο Ἰγνάτιον τὸν ἐν ἁγίοις πατριάρχην τὸ δεύτερον. Ἐγεννήθη δὲ Ἀλέξανδρος ὁ βασιλεὺς ἐκ τῆς τοῦ 1γγηρος Ἐὐδοκίας, οὗτος παῖς γνήσιος ὧν Βασιλείου. σʹ. Ἐστράτευσε δὲ ὁ βασιλεὺς κατὰ τῶν Ἀγαρηνῶν τῶν εἰς Τεφρικὴνθ], καὶ πολέμους συνάψας ἡττήθη, καὶ πολλάκις συμβαλὼν Ἀγαρηνοῖς. πολλοὺς τῶν Ῥωμαίων ἀπεβάλετο. Ἐν δὲ τῇ τοιαύτῃ φυγῇ ποῦ βασιλέως Θεοφύλακτος ὁ Ἀβάστακτος, ὁ πατὴρ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαντος, διέσωσε τὸν βασιλέα παρὰ μικρὸν ὑπὸ τῶν Ἀγαρηνῶν κρατούμενον. Ὃν ἐπιζητήσας ὁ βασιλεὺς μετὰ ταῦτὰ καὶ εὐρὼν καὶ γνωρίσας [πολλοὶ γὰρ ἔλεγον τῷ βασιλεῖ, Ἐτι «Ἐγώ εἰμι»] [. . .] ὁ δὲ τὴν τιμὴν ἀφεὶς τόπονβασιλι. κὸν ᾐτήσατο, οὗ καὶ τετύχηκεν. Ὑποστρέψας δὲ ὁ βασιλεὺς ἐν τῇ πόλει ἀπέστειλε Χριστοφόρον γαμὅρὸν αὐτοῦ ἐν Τεφρικῇ, καὶ νίκην ἐποίησε μεγίστην, καὶ ἐπόρθησε ταύτην καταστρέψας ἕως ἐδάφους. ζ. Ἰγνάτιος δὲ ὁ πατριάρχης ᾠκοδόμησεν ἐκκλης αίαν εἰς τὸ ἐμπόριον Σατύρου [. ϋ] περικαλλῆ, ἐπ´ ὁνόματι τοῦ ἀρχιστρατήγου τοῦ ἀνατέλλοντος, καὶ μονὴν πεποίηκεν ἀνδρείαν, ἔνθα καὶ τὸ σῶμα