Ancient Greek
458
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 458
Unproofread scanNot analysed yet
Ἀκλὰ καὶ τὴν στήλην Σολομῶντος ἐν τῇ βασιλικῇ οὔσαν μεγίστην κατεάξας προσέταξεν ἐν ὀνόματι αὐτοῦ ἐκτυπιωθῆναι καὶ τεθῆναι κάτωθεν ἐν τοῖς θεμελίοιστῆς αὐτῆς Νέας ἐκκλησίας, ὡς θυσίαν Κλαυτὸν τῷ τοιούτῳ κτίσματι τῷ Θεῷ προσάγων ιʹ. Ἐπεστράτευσε δὲ πάλιν ὁ βασιλεὺς κατὰ Μελιτηνῆς, καὶ αἰχμαλωσίαν ποιησάμενος καὶ πολλοὺς πολέμους κατορθώσας ὑπέστρεψεν. Κιϛʹ. Τελευτᾷ δὲ Ἰγνάτιος ὁ πατριάρχης, καὶ ἀντ´ αὐτοῦ πάλιν ἀναβιβάζει τώτιον πατριάρχην τὸ δεύτερον αὐτοῦ ὁ βασιλεύς. Μετὰ δὲ ταῦτα ἐν ἐξορίᾳ τελευτήσαντος Φωτίου πατριάρχου ἀπετέθη τὸ σῶμα αὐτοῦ ἐν μονῇ τῇ λεγομένῃ τοῦ Ἰερεμίου ἐν τῷ Μαρδοσαγάρῃ, οὔσης πρότερον καθολικῆς ἐκκλησίας, αὐαλς δὲ Φώτιος ἐποίησεν αὐτὴν μονὴν γυναικείαν ιζʹ. Πάλιν δὲ ἐκστρατεύει ὁ βασιλεὺς εἴς Γερμανικίαν, καὶ ταύτην ἐκπορθήσας καὶ αἰχμαλωτίσας ὑπέστρεψε. ιηʹ. Τελευτᾷ δὲ Κωνσταντῖνος ὁ υἱὸς Μιχαὴλ βααιλέω ἐξ Εὐδοκίας, ὡς δὲ λόγος, υἱὸς Βασιλείου· ὃν πολλὰ ἐθρήνησε Βασίλειος, πολλὰ στέργων αὐτόν Καὶ ἀπετέθη τὸ σῶμα αὐτοῦ ἐν τοῖς τάφοις τῶν βασιλέων. Οʹ Μαΐῳ αʹ ἐγκαινίζεται καὶ ἐνθρονίζεται ἡ Νέα ἐκκλησία, ἣν ἔκτισεν ὁ βασιλεὺς καὶ ἐκαλλώπισε κόσμῳ πολλῷ, παρὰ Φωτίου πατριάρχου, τοῦ βασιλέως λῶρον φορέσαντος καὶ χρήματα πολλὰ δόντος καὶ Νέαν αὐτὴν ἐπονομάσαντος. κʹ Ἀπεστάλη δὲ παρὰ τοῦ βασιλέως Προκόπιος πρωτοβεστιάριος μετὰ πάντων τῶν δυτικῶν θεμάτων, Κδντος Εὐπραξίου στρατηλάτου εἰς Σικελίαν, καὶ εἰς Κεφαληνίαν τοῦ Μουσουλίκη, εἰς δὲ τὸ Δυῤῥάχιον τοῦ Ῥαβδούχου καὶ ἐν τῇ Πελοποννήσῳ τοῦ Ὀνιάτου καὶ τοῦ Ἀποστύππου· ὅστις Προκόπιος πολλὰς πράξεις καὶ ἀνδραγαθίας ἐργασάμενος ἐσχάτως πολέμου [ὅέ] γεγονότος καὶ προδοθέντος ὑπὸ τοῦ Ἀποστύππης ἐσφάγη. καʹ. Λέων δὲ ὁ Σαλιβαρᾶς συνοψίζει Φωτίῳ πατριάρχῃ Θεόδωρον μοναχὸν, ἀρχιεπίσκοπον Εὐχαῖτῶν, ὡς εὐλαβῆ καὶ ποιοῦντα τεράστια καὶ προορατικόν. Φώτιος δὲ τοῦτον τῷ βασιλεῖ μεσιτεύει καὶ συνοψίζει. Εἰς ὃν ὁ βασιλεὺς ἀρεσθεὶς(πρὸς γὰρ τὰς ἐπιθυμίας αὐτοῦ διέκειτο εἰχεν οὖν αὐτὸν ἐν τιμῇ πολλῇ. Ὃς ἀθυμοῦντα τὸν βασιλέα περὶ τοῦ τολευτήσαντος υἱοῦ αὐτοῦ Κωνσταντίνου, διὰ τὸ φλτρον ὅπερ εἰς αὐτὸν εἶχεν, ἐπλάνα, καὶ ἐπηγγάλλετο δεῖξαι ζῶντα τῷ βασιλεῖ· ὃ καὶ ἐποίησαν· Ἐν γὰρ λόχμῃ τινὶ διερχομένῳ τῷ βασιλεῖ φάντασμα συνήντησεν ἔφιππον, χρυσοθφαντον ἐνδεδυμένον, ἐν εἴδει τοῦ Κωνσταντίνου. Ὁ καὶ ὀφθαλμοῖς εἶδεν καὶ παοιπλακεὶς κατεφίλησε. Καὶ γεγονότος ἀφαφῦς, αὐτὸν ἰδεῖν ὑπαλάμβανε, καὶ ὡς οὐ πεπλάνηται. Διὸ καὶ μονὴν ἐκεῖσε κτίσας ἐπονέμασεν Καὐτὴν τοῦ ἀγίου Κωνσταντίνου