Ancient Greek
459
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 459
Unproofread scanNot analysed yet
κβʹ. Τούτοις καὶ ἐτέροις ποείστοις, ὡς ἐκ τῶν Ἀπολλωνίου ἀκριβῶς μεμυημένος, ὁ λεγάμενος Σανταβαρηνὸς ἐποίησε τὸν βασιλέα πίστιν πολλὴν κεκτῆσθαι πρὸς αὐτόν. κγʹ. Ἡγάγετο δὲ ὁ βασιλεὺς Λέοντι τῷ βασιλεῖ θυγατέρα Μαρτινακίου, ἣν καὶ ἔστεψεν, ποιήσας τοὺς γάμους ἐν τῇ Μαγναύρᾳ καὶ ἐν τοῖς ιθ´ ἀκουβίτοις. κδʹ. Ἐκατηγορήθη δὲ Λέων ὁ βασιλεὺς παρὰ Σὰνταβαρηνοῦ εἰς τὸν πατέρα αὐτοῦ ὡς ὅτι μαχαίριον ἐπιφέρεται βουλόμενος ἀνελεῖν σε μετ´ αὐτοῦ· ὅπερ αὐτὸς μαχαίριον διὰ δολίας συμβουλῆς ἐποίησε τὸν Λέοντα κατασκευάσαι καὶ φορεῖν ἐν τῷ τουβίῳ, εἰπὼν αὐτῷ ὅτι Παλλάκις τοῦ πατρός σου ἐπιζητοῦντος μαχαίριον διὰ χρείαν τινὰ, ἵνα τί μὴ δίδως αὐτῷ Καὶ τοῦτο κατασκευάσας Λέων ὁ βασιλεὺς, καὶ διαβληθεὶς, ὡς εἴρηται, καὶ φωραθεὶς ἐν τῷ τουβίῳ τοῦτο βαστάζων, πολλὰ περὶ τούτου ἀπολογούμενος οὐκ ἠκούετο. Ἐτυπτήθη οὐν Νικήτας ὁ Ἐλλαδικὸς ὁ πρωτοβεστιάρος αὐτοῦ, ὃς γέγονε παπίας ἐπὶ Ῥωμανοῦ βασιλέως, καὶ ἄλλοι μετ αὐτοῦ πολλὰ δεινὰ πεπονθότες ἐξωρίσθησαν. Ὁ δὲ βασιλεὺς Ρ. ὅέβ] Λέοντα καθείρξας ἐν τῷ τρικλίνῳ τῷ Μαργαρίτου ἐβούλετο ἐκτυφλῶσαι αὐτὸν, εἰ μὴ Φώτιος πατριάρχης διὰ πολλῶν παρακλήσεων τοῦτο διεσκέδασεν, ἅμα Ζαούτζᾳ Στυλιανῷ μικρῷ ἑταιρειἀρχῃ τότε ὄντι. Ἐποίησε δὲ ὑπὸ ὄψεως μῆνας τρεῖς, θρηνῶν καὶ ὀδυρόμενος, καὶ ὄι´ ἐπιστολῆς πολλὰ δυσωπεῖ τὸν βασιλέα. Μεγάλην δὲ πίστιν τοῦ βασιλέως ἔχοντος εἰς τὸν ἅγιον Ἡλίαν ἀποσυνοψίζει Αέων ὁ βασιλεὺς εἰς τὸν ἅγιον Ἡλίαν ἐν τῇ μνήμῃ αὐτοῦ. Τῆς δὲ ἐλεύσεως· γενομένης ἰδόντες αὐτὸν οἱ λαοὶ ἐπεφώνησαν τὸ, Δόξα σοι, ὁ Θεός! Ὁ ὁ βασιλεὺς ἀναστραφεὶς ἀπελογήσατο αὐτοῖς· Δφξάζετε περὶ τοῦ υίοῦ μου τὸν Θεόν; πολλὰς θλίψεις ὑπὶ αὐτοῦ ἔχετε ὑπορεῖναι καὶ ἐπωδύνους, ἡχέρας δίελθε. · κεʹ. ἦατηγορηθεὶς δὲ Ἀνδρέας δομέστικος τῶν σχολῶν παρὰ Σανταβαρηνοῦ ὡς τὰ Λέοντος φρονῶν διεδέχθη παρὰ τοῦ βασιλέως. Ἀντ´ αὐτοῦ δὲ προεβλήθη δομέστικος ὁ Στυπιώτης· καὶ ἀπελθὼν μετ λαοῦ ἐν Ταρσῷ ἡττήθη καὶ πάντας ἀπώλεσε. Καὶ πάλιν προχειρίζεται Ἀνδρέας παρὰ τοῦ βασιλέως δομέστικος. κϛʹ. Ἐγένετο δὲ συσκευή κατὰ τοῦ βασιλέως παρὰ Ἰωάννου τοῦ Κροκόα δομεστίκου ὄντος τῶν ἱκανάτων, χρημστισθέντος παρὰ τοῦ ὄντος ἐν Βλαχέρναις ἐγκλείστου. Κθρέθησαν δὲ πολλοὶ τῶν ουγκλητικῶν καὶ ἁρχόντων, μέχρι τῶν ἑξήκοντα ἕξ. Ἢν γὰρ Μιχαὴλ ὁ ἀταιρειάρχης ὁ Κατουὸάρης καὶ ὁ Μύξαρις καὶ ὀΒαθούτζικος καὶ οἱ λοιποί. Τῆς γοῦν τοιαύτης ἐπιβουλῆς μηνυθείσης τῷ βασιλεί παρὰ πρατοθεστιαρίου τοῦ Κορκόα, κρατηθέντων τε πάντων, ἐξελθὼν ὁ βασιλεὺς ἑν τῷ ἱπποδρομίῳ καὶ