Ancient Greek
476
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 476
Unproofread scanNot analysed yet
ἀρχόντων· ὄν φασι σιδηρᾶν ῥάβδον ἐκ τῶν ἄκρων ἑκατέραις χερσὶ κρατοῦν τα τα ὑπερβαλλούσῃ ἀλκῇ διακάμπτειν καὶ πρὸς τὸ κυκλικὸν σχῆμα μετάγειν, τῆς ἀντιτύπου τοῦ σιδήρου φύσεως τα βίᾳ τῶν χειρῶν ὑπεικούσης. Ὅν παραγενόμενον μετὰ πολλῆς τιμῆς ὑπεδέξαντο καὶ πάλιν εἰς τὴν ἱδίαν χώραν ἐξέπεμψαν. Κιβʹ. Σεπτεμβρίῳ μηνί, ἐνδικτιῶνος γʹ, Παγκρατούκας ὁ Ἀρμένιος τὴν Ἀδριανούπολιν τῷ Συμεὼν παρέδωκεν. Μετ´ οὐ πολὺ δὲ ἀπεστάλη Βασίλειος πατρίκιος καὶ κανίκλειος καὶ Νικήτας πρωτοσπαθάριος Ἐλαδικὸς παρὰ Ζωῆς μετὰ δώρων πολλῶν, καὶ ὰντιπαρέλαβεν αὐτὴν πάλιν. «νʹ ἦλθε δὲ καὶ ἀμερᾶς ὁ Δαμιανὸς εἰς Στοόβιλον μετὰ πλοίων τοῦ πολεμῆσαι αὐτὴν μετὰ πολλῆς τῆς δυνάμεως, καὶ ταύτην παρέλαβεν ἂν, εἰ μὴ νοσήσας ἐτελεύτησεν, ὑποστρεψάντων διακενῆς τῶν Ἀγαρηνῶν. ιδ´. Οἱ δὲ τῆς Ἑλλάδος καὶ τῶν Ἀθηνῶν οἰκήτορες συνεχῶς ἐπηρεαζόμενοι παρὰ Χασὲ υἱοῦ τοῦ Ἰούβη, τὴν αὐτοῦ ἀσωτείαν μὴ ἐνεγκόντες, λίθοις τοῦτον ἀνεῖλον κακῶς ἔνδοθεν τοῦ θυσιαστηρίου τοῦ ἐν Ἀθήναις ναοῦ. ια Βλέπουσα δὲ ἡ Αὐγούστα Ζωὴ τὴν ἔπαρσιν Συμεὼν καὶ τὴν κατὰ τῶν Χριστιανῶν αὐτοῦ ἐπίθεσιν, βουλὴν μετὰ τῶν ἐν τέλει βουλεύεται ἀλλάγιον καὶ εἰρήνην μετὰ τῶν Ἀγαρηνῶν διαπράξασθαι, διαπερᾶσαι δὲ πάντα τὸν τῆς ἀνατολῆς στρατὸν πρὸς. τὸ πολεμῆσαι καὶ ἀφανίσαι τὸν Συμεών. Ἀπεστάλη οὖν ἐν Συρίᾳ πρὸς τὸ ποιῆσαι ἀλλάγιον Ἰωάννης πατρίκιος ὁ Ῥαδινὸς καὶ Μιχαὴλ ὁ Τοξαρᾶς. Οὗ γε γονότος τὴν συνήθη τῆς ῥόγας διανομὴν ποιησάμενοι ἐν τοῖς τάγμασι, ταῦτα ἀναλαβόμενοι σὺν τοῖς θέμασι πρὸς τὰ Θρᾳκῷα μέρη διεπέρασαν, Λέοντος μαγίστρου τοῦ Φωκᾶ δομεστίκου τῶν σχολῶν τυγχάνοντος, ῳ ἀνδρία μᾶλλον ἢ ἐπιστατικὴ φρόνησις προσανάκειτο. Ἐξαγαγόντων οὖν τὰ σεβάσμια καὶ ζωοποιὰ ξύλα Κωνσταντίνου [Ρ. ὅβθ] πρωτοπαπᾶ τοῦ παλατίου, τοῦ Κεφαλᾶ λεγομένου, καὶ Κωνσταντίνου τοῦ Καλελία ἐν τα Θράκῃ, ἅπαντες προσκυνήσαντες καὶ ἐπομοσάμενοι συναποθνήσκειν ἀλλήλοις πανστρατὶ κατὰ Βουλγάρων ἐξώρμησαν. Ἦρχον δὲ τοῦ μὲν τάγματος τῶν ἐξκουβίτων Ἰωάννης ὁ Γράψων, τοῦ δὲ ἱκανάτου ὁ τοῦ Μαρούλη υἱός. Ῥωμανὸς δὲ ὁ Ἀργυρὸς ἐστρατήγει καὶ Λέων ὁ ἀδελφὸς αὐτοῦ καὶ Βάρδας ὁ Φωκᾶς· οἷς συνῆν καὶ ὁ Μελίας μετὰ τῶν Ἀρμενίων καὶ οἱ ἄλλοι πάντες στρατηγοὶ τῶν θεμάτων. Συνῆν δὲ πρὸς τοῖς ἄλλοις καὶ Κωνσταντῖνος ττατρίκιος ὁ Αίψ, Λέοντι δομεστίκῳ σύμβουλος ὤν αὐτῷ ἐν πᾶσι τοῖς ἀνήκουσι,. ιζʹ. Μηνὶ δὲ Αὐγούστῳ πʹ, ἰνδικτιῶνος εʹ, ὁ πόλεμος μετάξὺ Βουλγάρων τε καὶ Ῥωμαίων πρὸς τῷ Ἀχελῴῳ συγκεκρότητο ποταμῷ· καὶἷα τὰ τοῦ Θεοῦ κρίματα! ὡς ἀνερεύνητα καὶ ἀνεξιχνίαστα! τρέπονται οἰ Ῥωμαῖοι πανστρατὶ, καὶ γέγονε φυγὴ