Ancient Greek
477
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 477
Unproofread scanNot analysed yet
λων συμπατουμένων, τῶν δὲ ὑπὸ τῶν πολεμίων ἀναιρουμένων, αἵματος τε χύσις οἷα ἐξ αἰῶνος οὐκ ἐγένετο Λέων ὁνπδομέστικος ἐν Μεσημβρίᾳ διεσώθη φυγών. Ἐσφάγη δὲ πρὸς τοῖς ἄλλοις ἐν τῇ τοῦ πολέμου συμβολῇ καὶ Κωνσταντῖνος ὁ Λἰψ καὶ Ἰωάννης ὁ Γράψων καὶ ἄλλοι τῶν ἀρχόντων ἱκανοί. ιζʹ. Ἀπεστάλη δὲ τότε καὶ Ῥωμανὸς πατρίκιος καὶ δρουγγάριος ὤν τῶν πλωΐμων μετὰ παντὸς τοῦ στόλου ἐν τῷ Δανουβίῳ ποταμῷ βοηθήσων Λέοντι τῷ Φωκᾷ· ἀλλὰ καὶ Ἰωάννης ὁ Βογᾶς καταγαγεῖν Πατζινάκας, ὡς προείρηται, κελευσθέντος τοῦ δρουγγαρίου Ῥωμανοῦ διαπερᾶσαι τούτους κατὰ Βουλγάρων, ὥστε συμμαχῆσαι Λέοντι Φωκᾷ. Ῥωμανοῦ δὲ καὶ Ἰωάννου τοῦ Βογᾶ εἰς ἔριδας καὶ λογομαχίας ἐλθόντες, ὁρῶντες αὐτοὺς οἱ Πατζινάκοι πρὸς ἀλλήλους διαμαχομένους καὶ στασιάζοντας ὑπεχώρησαν εἰς τὰ ἴδια. Κιηʹ. Τοῦ πολέμου δὲ ἤδη τέλος λαβόντος καὶ ὑποστρεψάντων ἐν τῇ πόλει τοῦ τε Ῥωμανοῦ καὶ τοῦ Βογᾶ, τὰ κατ´ αὐτῶν ἐκινήθησαν, καὶ εἰς τοσοῦτον κίνδυνον τὸν δρουγγάριον Ῥωμανὸν περιέστησαν ὥστε καταδικάζουσαν ψῆφον ἀνήνεγκαν, τῶν ὀφθαλμῶν στερηθῆναι ὡς ἀμελείᾳ, μᾶλλον δὲ κακουργίᾳ μὴ διαπεράσαντα τοὺς Πατζινάκας, ἀλλ´ ὑποχωρήσαντα τάχιον καὶ μηδὲ τοὺς φεύγοντας Ῥωμαίων ἐν τοῖς πλοίοις ὑποδεξάμενον. Καὶ τοῦτο ἂν ἐπεπόνθει, εἰ μὴ παρὰ Κωνσταντίνου Γογγύλου καὶ Στεφάνου τοῦ μαγίστρου, ὡς δυναμένων παρὰ τῇ Αὐγούστῃ πολλὰ, τὰ τῆς καταδίκης ἀνετράπη. ΤΡ. ὅὸ ιθʹ. Τῶν δὲ Βουλγάρων τηνικάδε τῇ νίκῃ κατεπαρθέντων καὶ ἐκστρατευσάντων μέχρι τῆς πόλεως ἐξῆλθεν Λέων ὁ δομέστικος τῶν σνολῶν καὶ Ἰωάννης ἑταιρειάρχης καὶ Νικόλαος ὁ υἱὸς τοῦ Δουκὸς εἰς χῶρον Θρακῷον οὕτω λεγόμενον Κατασύρτας ἅμα πλείστῳ λαῷ κατὰ Βουλγάρων. Τῆ δὲ νυκτὶ ἀδοκήτως ἐπιπεσόντων αὐτοῖς τῶν Βουλγάρων καὶ τοῦ δομεστίκου φυγόντος ἐσφάγη Νικόλαος ὁ υἱὸς τοῦ Δουκὸς καὶ πολλοὶ ἕτεροι μετ´ αὐτοῦ. κʹ. Θεόδωρος οὖν ὁ τοῦ βασιλέως Κωνσταντίνου παιδαγωγὸς ὁρῶν Κωνσταντῖνον παρακοιμώμενον εἰς Λέοντα τὸν ἴδιον γαμβρὸν τὴν βασιλείαν σφετεριζόμενον, ὑπέθηκε Κωνσταντίνῳ βασιλεῖ Ῥωμανὸν δοουγγάριον προβαλέσθαι ὡς πατρικὸν αὐτοῦ δοῦλοκαὶ εὔνουν τὰ πρὸς αὐτὸν, ὡς ἂν ᾖ σὺν αὐτῷ, καὶ διαφυλάττειν αὐτὸν, καὶ ἐν οἷς ἂν δέοιτο σύμμαχον ἔχειν καὶ βοηθόν. Πολλάκις οὗν περὶ τούτου λαληθεὶς Ῥωμανὸς ἀπείπατο. Γραμματεῖον οὖν ὁ βασιλεὺς Κωνσταντῖνος αὐτοχείρῳ διαχαράξας γραφῇ καὶ ὑπογραφῇ διασφαλισάμενος ἀπέστειλεν αὐτῶ. ὋὍπερ οὗτος ἐπὶ χεῖρας λαβὼν ὑπέσχετο τὴν κατὰ του παρακοιμωμένου Κωναταντίνου καὶ τῶν συγγενῶν αὐτοῦ ἐπίθεσιν ὧδε ποιήσασθαι. καʹ. Τῆς φήμης οὖν ταυτης διαθεούσης, καὶ τοῦ παρακοιμωμένου Κωνσταντίνου καταναγκάζοντος Ῥωμανὸν ἀποκινῆσαι μετὰ τοῦ στόλου, αὐτὸς προεφασίζετο ἀδυνάτως ἔχειν τοῦ ἀποπλεῖν μὴ τοῦ στόλοι