Ancient Greek
478
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 478
Unproofread scanNot analysed yet
τὴν νενομισμένην ῥόγαν λαβόντος. Ἐν τῇ ἐξαρτύς. δὲ ὄντος τοῦ Ῥωμανοῦ καὶ τὰ πλοῖα εὐτρεπίζοντος ἐξῆλθε Κωνσταντῖνος παρακοιμώμενος ἐπισπουδάσων αὐτὸν τοῦ ἐκπλεῦσαι. Ὁ δὲ τούτῳ δουλικῷ τῷ σχήματι προσυπήντησεν, καὶ προθύμως ποιήαειν τὸ κελευόενον ἐπηγγέλλετο. Ὑποστρέψαι δὲ βουλομένου τοῦ παρακοιμωμένου, καὶ εἰ ἔχοι ἄνδρας εὐειδεῖς καὶ γενναίους τὴν βασιλικὴν ἐρέσσειν τριήρην εἰπόντος πρὸς Ῥωμανὸν, οὗτος εὐθὺς ἔνευσιν αὐτοῖς τῇ χειρὶ ἑτοίμοις οὖσι πλησίον ἐλθεῖν. Οἱ δὲ τὰ τῆς βουλῆς εἰδότες, ἔγγιστα ἤδη τοῦ δρόμωνος Ῥωμανοῦ γεγονότες, ἐπειδὴ οὗτος ὀπίσω τοῦ παρακοιμωμένου Κωνσταντίνου περιπατῶν, Ἀναρπάσατε αὐτὸν ταῖς χερσὶ καὶ ἄρατε αὐτὸν, ἐπεφώνησε, παραχρῆμα οὗτοι τοῦτον ἁρπάσαντες εἰς τὴν τοῦ δρουγγαρίου Ῥωμανοῦ τριήρην εἰσήγαγον καὶ ἐν ἀσφαλείᾳ κατεῖχον. Οὐδεὶς οὖν ὁ ὑπερασπίζων ἦν ἢ κατοικτείρων τὸν ἄνθρωπον, πάντων τῶν συνόντων αὐτῷ χρησαμένων φυγὴν κρʹ. Ταῦτα Ζωὴ Αὐγούστα μαθοῦσα προσκαλεῖται τὸν πατριάρχην Νικόλαον καὶ τοὺς αὐτῆς μεγιστᾶνας καὶ ἀποστέλλει πρὸς [ὅΤ] Ῥωμανὸν, τὸ γεγονὸς βουλομένη μαθεῖν. Τούτων δὲ διαπερασάντων, λίθοις ὁ λαὸς ἐξέλασεν βαλόντες. Ἔωθεν οὗν ἐξελθοῦσα Ζωὴ ἐν τῷ τοῦ Βουκολέοντος ἡλιακῷ ἐπεφώνει τῷ υἱῷ καὶ πᾶσι· Πῶς ἄρα γέγονεν ἡ ἀνταρσία αὔτη; Ἔφησε δὲ πρὸς αὐτὴν ὁ παιδαγωγὸς τοῦ βασιλέως Κωνσταντίνου Θεόδωρος, ὅτι Διὰ τὸ ἀπολέσαι Λέοντα τὸν Φωκᾶν τοὺς Ῥωμαίους καὶ Κωνσταντῖνον καρακοιμώμενον τὸ παλάτιον ταῦτα γεγόνασι. κγʹ. Προσελάβετο δὲ ὁ βασιλεὺς Νικόλαον πατριάρὶ χην καὶ Στέφανον μάγιστρον συνεῖναι αὐτῷ ἐν τῷ παλατίῳ, τὴν ἐξουσίαν εἰς ἑαυτὸν ἀπὸ τῆς μητρὸς ἐπισπώμενος. Τῇ δὲ ἐπαύριον ἀπέστειλεν Ἰωάννην τὸν Τουβάκην Ζωὴν Αὐγούσταν τοῦ παλατίου κατα βιβάσαι. Ἡ δὲ μετ´ ὀλολυγῆς καὶ δακρύων τῷ ἑαυτῆς προσπλακεῖσα υἱῷ πρὸς συμπάθειαν μητρικὴν καὶ οἶκτον ἐκίνησεν, ὡς τὸν Βασιλέα εἰπεῖν· Ἐάσατο εἶναι μετ´ ἐμοῦ τὴν μητέρα μου. Οἱ δὲ ταύτην ἅμα τῷ λόγῳ ἀφῆκαν κδʹ. Προσκαλεσάμενοι δὲ ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης Ἰωάννην τὸν Γαριδᾶ προεβάλοντο δομέστικον τῶν σχολῶν, δεδιότες μὴ εἰς ἀνταρσίαν χωρήσῃ ὁ Φωκᾶς Λέων. Ὁ δὲ οὐ κατένευσε τοῦτο γενέσθαι, εἰ μὴ Θεόδωρον γυναικάδελφον αὐτοῦ τὸν Ζουφινέζερ καὶ Συμεῶνα τὸν υἱὸν αὐτοῦ προεβάλοντο ἑταιρειάρχην. Ὅρκοις βεβαιωθεὶς ὑπ´ αὐτῶν κατῆλθεν ἐν τῷ οἴκῳ αὐτοῦ. Οἱ δὲ παραυτίκα τοὺς συγγενεῖς αὐτοῦ τοῦ παλατίου καταβιβάζουσι. Τούτων οὗν πρὸς αὐτὸν παραγεγονότων, ὡς ἐθεάαατο αὐτοὺς, τρόμος ἔλαβεν αὐτὸν καὶ φρίκη καὶ φρενῶν ἔκστασις. Εὐθὺς οὗν ἐξῆλθε πρὸς Ῥωμανὸν καὶ διηγήσατο αὐτῷ οἷα πέπονθε· συμφιλιωθεὶς οὐν αὐτῷ, καὶ ὅρκους δοὺς καὶ λαβὼν ὥστε μίαν ἔχειν