Ancient Greek
486
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 486
Unproofread scanNot analysed yet
Τυμεὼν πλῆθος ἄπειρον ἐπαγόμενος, εἰς πολλὰς διηρημένον παρατάξεις, τῶν μὲν χρυσασπίδων καὶ χρυσοδοράτων, τῶν δὲ ἀργυροασπίδων καὶ ἀργυροδοράτων, τῶν δὲ πάσῃ ὅπλων χροιᾷ κεκοσμημένων, πάντων πεφραγμένων σιδήρῳ, οἱ μέσον αὐτῶν διειληφότες τὸν Τυμεών ὡς βασιλέα εὐφήμουν τῇ τῶν Ῥωμαίων φωνῇ. Πάντες δὲ οἱ τῆς συγκλήτου βουλῆς τοῖς τείχεσιν ἐφεστῶτες ἐθεώρουν τὰ δρώμενα. Ἔν οὖν ἰδεῖν τὴν ψυχὴν βασιλικὴν τῷ ὄντι καὶ μεγαλόφρονα, καὶ θαυμάσαι τὸ τοῦ φρονήματος ἀκατάπληκτον καὶ τὸ τῆς ἀνδρίας παράστημα, ὅπως τοσαύτην πολεμίων ὁρῶν ἐπιφορὰν οὐ κατεπλάγη καὶ ὑπεχώρησεν, ἀλλ´ ὥσπερ εἰς φλιον χωρῶν πλῆθος τὴν ψυχὴν οὕτως ἀτρεμὴς ἀπῄει, μόνον οὐχὶ τοῖς πολεμίοις τῶν ὑπηκόων διδοὺς ἀντίλυτρον. καʹ. Πρῶτος οὖν ἐν τῇ ῥηθείσῃ ἀναβάθρᾳ καταλαβὼν τὸν Συμεὼν ἐξεδέχετο. Ἐπεὶ δὲ ὅμηρα ἐξ ἀμφοτέρων ἐλήφθησαν τῶν μερῶν, καὶ τὴν ἀποβάθραν οἱ Βούλγαροι διηρευνήσαντο· ἀκριβῶς, μήπω τις δόλος ἢ ἐνέδρα τυγχάνει, κατῆλθε Συμεὼν τοῦ ἵππου καὶ πρὸς τὸν βασιλέα εἰσῆλθεν. Ἀσπασάμενοι δὲ ἀλλήλους εἰρήνης λόγους ἐκίνησαν. Εἰπεῖν δὲ λέγεται τὸν βασιλέα πρὸς Συμεών· Ἀκήκοά σε θεοσεβῆ ἄνθρωπον ὄντα καὶ Χριστιανὸν ὑπάρχειν ἀληθινόν, βλέπω δὲ τὰ ἔργα μηδαμῶς τοις λόγοις συμβαίνοντα. Ἱδιον μέν γὰρ θεοσεβοῦς ἀνδρὸς καὶ Χριστιανοῦ τὸ τὴν εἰρήνην ἀγαπᾷν καὶ τὴν ἀγάπην ἀσπάζεσθαι, εἰπερ ὀ Θεὸς ἀγάπηκαὶ ἔστι καὶ λέγεται, ἀσεβοῦς δὲ καὶ ἀπίστου τὸ καίοειν σφαγαῖς καὶ αἵμασιν ἀδίκως ἐκχεομένοις. Ε μέν οὖν ἀληθὴς Χριστιανὸς ὑπάρχεις, καθὼς πεπληροφφρήμεθα, στῆσόν ποτε τὰς ἀδίκους σφαγὰς καὶ τὰς τῶν ἀνοσίων αἰμάτων ἐκχύσεις, καὶ σπεῦσαι μεθ´ ἡμῶν Χριστιανῶν εἰρήνην Χριστιανὸς καὶ αὐτὸς ὥν καὶ ὀνομαζόμενος, καὶ μὴ θέλε μαλύνεσθαι Χριστιανῶν δεξιὰν αἵμασιν ὁμοπίστων Χριστιανῶν. Ἄνθρωπος εἶ καὶ αὐτὸς θάνατον προσδοκῶν καὶ ἀνάστασιν καὶ ἀνταπόδοσιν Σήμερον ὑπάρχεις, καὶ αὕριον εἰς κόνιν διαλυθήσῃ. Εἶς πυρετὸς ἄπαν κατασβέσει τὸ φρύαγμα. Τίνα οὖν λόγον δώσεις τῷ Θεῷ ἑκεῖ ἀπελθὼν ὑπδρ τῶν ἀδίκων σφαγῶν; ποίῳ προσώπῳ τῷ φοβερῷ καὶ δικαίῳ ἐνατενίσεις κριτῇ; Εἰ πλούτου ἐρῶν ταῦτα ποιεῖς, [Ρ. ΣΘ] ἐγώ τε κατακόρως τοῦ ἐπιθυμουμένου ἐμπλήσω· μόνον ἐπίσχες τὴν δεξιάν σου. Ἄσπασαι τὴν εἰρήνην. Ἀγάπησον τὴν ὁμόνοιαν, Ἰνα καὶ αὐτὸς βίον ζκξσῃς εἰρηνικὸν καὶ ἀναίμακτον καὶ ἀπράγμονα, καὶ οἱ Χριστιανοὶ παύσονταί ποτε τὸν συιφορων, καὶ παύσονται τοὺς Χριστιανούς ἀναιμεῖν · οὐ θέμις γὰρ αὐτοῖς αἴρειν ὅπλα κατὰ ὁμοπίστων. Τοσαῦτα οὗν εἰπὼν ὁ βασιλεὺς ἐσίγησεν. Αἰδεσθεὶς οὖν Συμεὼν τὴν τούτου ταπείνωσιν καὶ τοὺς λόγους αὐτοῦ κατένευσε τὴν εἰρήνην ποιήσασθαι. Ἀσπασάμενοι οὖν ἀλλήλους διεχωρίσθησαν, δώροις μεγαλοπρεπέσι τοῦ βασιλέως δεξμωσαμένοιν τὸν Συμεῶν. κῄʹ. Ὃ δὲ τότε συμβέβηκε διηγήσομαι τεράστιόν