Ancient Greek
487
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 487
Unproofread scanNot analysed yet
τι καὶ τοῖς τὰ τοιαῦτα συγκρίνειν εἰδόσι παράδοξον. Δύο φασὶν ἀετοὺς τῶν βασιλέων ὁμιλούντων ἄνωθεν αὐτῶν ὑπερπτῆναι κλάγξαι τε καὶ πρὸς ἀλλήλους συμμῖξαι, καὶ παραυτίκα διαζευχθῆναι ἀλλήλων, κάὶ τὸν μὲν ἐπὶ τὴν πόλιν διελθεῖν, τὸν δὲ ἐπὶ τὴν Θράκην διαπτῆναι. Τοῦτο οἱ ἀκριβῶς τὰ τοιαῦτα σνο ποῦντες οὐ καλὸν ἔκριναν οἰωνόν· ἀσυμβάτους γὰρ ἐπὶ τὴν εἰρήνην ἀμφοτέρους διαλυθήσεσθαι ἔφασαν. Ευμεών δὲ τὸ αὐτοῦ στρατόπεδον καταλαβὼν τοῖς ἑαυτοῦ μεγιστᾶσιν τὴν τοῦ βασιλέως ἀπήγγειλε σύνεσιν καὶ ταπείνωσιν, ἐξεθείαζέ τε αὐτοῦ τὸ εἶδος τήν τε ῥώμην καὶ τὸ ἀκατάπληκτον τοῦ φρονήματος. κνʹ. Δεκεμβρίῳ δὲ μηνὶ κεʹ ἔστεψε Ῥωμανὸς τοὺς υἱοὺς αὐτοῦ ἐν τῇ Μεγάλῃ ἐκκλησίᾳ, Στέφανόν τε καὶ Κωνσταντῖνον· ἀλλὰ καὶ Θεοφύλακτον εὐνοῦχον υἱὸν αὐτοῦ ὁ πατριάρχης Νικόλαος ἀπέκειρε κληρικὸν, χειροτονήσας ὑποδιάκονον σύγκελλόν τε προχειοΚρισάμενος, διελθόντα πρότερον ἐν τῷ τῶν ὑποδιακόνων τάγματι εἰς τὰ ἅγια. κδʹ. Ἀπριλλίῳ δὲ μηνὶ ιθʹ ἐτίμησε Ῥωμανὸς Ἰωάννην μυστικὸν καὶ παραδυναστεύοντα πατρίκιον καὶ ἀνθύπατον, ὥστε δι´ αὐτὸ τοῦτο φθόνον κινηθῆναι αὐτῷ καὶ κατηγορηθῆναι αὐτὸν ὑπό τινων. κεʹ. Μαΐῳ δὲ μηνὶ ιεʹ, ἰνδικτιῶνος ιγʹ, τελευτᾷ τὸν βίον ὁ πατριάρχης Νικόλαος, κρατήσας ἐν τῆ βʹ αὐτοῦ ἀναβάσει τοῦ πατριαρχείου ἔτη ιγʹ. Καὶ ἀπετέθη τὸ σῶμα αὐτοῦ ἐν τῇ ὑπ´ αὐτοῦ κτισθείσῃ μονῆ τῶν Γαλακρηνῶν. Αὐγούστῳ δὲ μηνὶ πατριάρχης καθίσταται Στέφανος ὁ Ἀμασείας μητροπολίτης εὐνοῦχος ὧπάργων κϛʹ. Ὀκτωβρίῳ δὲ μηνὶ κατηγορηθεὶς ὁ μυστικὸς Ἱωάννης καὶ παραδυναστεύων ὡς τῆς βασιλείας ἐφιέμενος ὑποθήκῃ τοῦ πατρικίου Κοσμᾶ καὶ λογοθέτου τοῦ δρόμου, [Ρ. ὅΘα] διδόντος εἰς γυναῖκα τὴν θυγασέρα αὐτῷ. Τούτου ἕνεκεν καταβιβάζεται μὲν τοῦ παλατίου, συγχωρεῖται δὲ προέρχεσθαι καὶ τῶ βασιλεῖ ἐξυπηρετεῖν καὶ σὺν αὐτῷ τὸ ἀνῆκον διοικεῖν· στοργὴν γὰρ ὅτι πλείστην ἐκέκτητο πρὸς αὐτὸν δ βασιλεὺς Ῥωμανὸς ὡς ἐν πᾶσιν αὐτὸν θεραπεύειν δυνάμενον, καὶ τελέως τοῦτον ἀπώσασθαι οὐκ ἡβούλετο. Τῶν κατηγόρων οὖν ἐπειγόντων τὸν Θασιλέα καὶ σαφῆ ἀποδεικνύντων τὰ κατηγορημένα, ἐρευνήσας ὁ βασιλεὺς καὶ ἄληθῆ ταῦτα εἶναι μαθὼν ἔμελλε τοῦτον κατασχὼν ἀνετάζειν. Ὁ δὲ τοῦτο προγνοὺς χρῆται φυγῇ, καὶ τὴν Μονοκάστανον λεγομένην καταλαβὼν ἀποκείρεται μοναχός. Πέφευγε δὲ καὶ Κωνσταντῖνος ὁ τοῦ Βοϊλᾶ ὁ τῆς τραπέζης, οἰκεῖος καὶ Κφλος ὢν αὐτῷ, καὶ τὸν Ὅλυμπον καταλαβὼν τὸ μοναχικὸν καὶ αὐτὸς ἅτε συμμύστης ὑπάρχων τοῦ μυστικοῦ καὶ τῶν ἀποῤῥήτων αὐτοῦ κοινωνός. Τὸν δὲ πατρίκιον Κοσμᾶν ἐν τῷ ὡρολογίῳ τοῦ παλατίου τύψας ὁ βασιλεὺς διεδέξατο. Προβάλλεται δὲ ἀντὶ τοῦ μυστικοῦ Ἰωάννου Θεοφάνην παραδυναστεύοντα.