Ancient Greek
489
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 489
Unproofread scanNot analysed yet
πατοιάρχης Στέφανος ἄμα Θεοφάνει πρωτοβεστιαρίῳ καὶ Μαρίᾳ τῇ τοῦ Χριστοφόρου θυγατρὶ καὶ πάσῃ τῇ συγκλήτῳ εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου τὸν τῆς Πηγῆς, καὶ εὐλόγησαν Πέτρον τε καὶ Μαρίαν, καὶ τοὺς νυμφικοὺς στεφάνους ταῖς αὐτῶν ἐπέθηκαν κεφαλαῖς, παρανυμφεύοντος Θεοφάνους πρωτοβεστιαρίου καὶ Γεωργίου Σουρσουβούλου. Λαμπρᾶς δὲ καὶ πολυτελοῦς γεγονυίας τραπέζης, καὶ σάντων τῶν εἰθισμένων τοῖς γάμοις φαιδρῶς ἐπιτελεσθέντων, εἰσῆλθεν Θεοφάνης πρωτοβεστιάριος ἅμα Μαρίᾳ τῇ θυγατρὶ τοῦ βασιλέως Χριστοφόρου ἐν τῇ πόλει. Τῇ δ´ δὲ τοῦ γάμου ἡμέρᾳ ἐποίησεν ὁ βασιλεὺς Ῥωμανὸς εὐωχίαν λαμπράν ἐν τῇ τῶν Πηγῶν ἀποβάθρᾳ τοῦ βασιλικοῦ δρόμωνος, περικοσμήσας αὐτὴν ὑφάσμασι σηρικοῖς. Ἔνθα συνειστιάθη Ῥωμανὸς ὁ βασιλεὺς Πέτρῳ Βουλγάρῳ ἅμα Κωνσταντίνῳ γαμβρῷ καὶ [Ρ. ὅθΑ] Χριστοφόρῳ υἱῷ. Τῶν δὲ Βουλγάρων ἔνστασιν οὐ μικρὰν ποιησαμένων πρότερον εὐφημισθῆναι Χριστοφόρον, εἶθ´ οὕτως Κωνσταντῖνον, ὧπεῖξε τῇ ἐνστάσει τούτων ὁ βασιλεὺς Ῥωμανὸς, καὶ γέγονεν ὅπερ ᾐτήσαντο λγʹλδʹ. Ἐπειδὴ δὲ πάντα τὰ ἐπὶ τοῖς γάμοις συ ἐτελέσθησαν, ἔμελλε δὲ Μαρία ἤδη τὴν πρὸς Βουλγαρίαν σὺν τῷ ἀνδρὶ αὐτῆς Πέτρῳ ὁδὸν ὁδεύειν, οἱ ταύτης γονεῖς μέχρι τοῦ Ἑβδόμου συνεξῆλθον αὐτῇ ἅρα Θεοφάνει πρωτοβεστιαρίῳ, καὶ συνεστιαθέντες ἐκεῖσε Πέτρῳ, ἐπειδὴ ἔμελλεν ἀπαίρειν, περιχυθέντες τῇ θυγατρὶ καὶ πολλὰ καταχέαντες δάκρυα καὶ ὅοα εἰκὸς ἐπὶ στερήσει σπλάγχνου περιποθήτου, τέν τε αὐτων γαμβρόν ἀσπασάμενοι καὶ ταύτην ταῖς αὐτοῦ χερσὶ παραθέμενοι ἐν τοῖς βασιλείοις ὑπέστρεψαν. Μαρία δὲ Βουλγαρικαῖς παραδοθεῖσα χεραὶ τὴν ἐπὶ Βουλγαρίαν ἀπῄει, χαίρουσά τε ἅμα καὶ λυπουμένη, λυπουμένη μὲν ἐφ´ οἷς γονέων φιλτάτων ἐστέρηται καὶ βασιλείων οἴκων καὶ συνηθείας των γένει προσοικούντων, χαίρουσα δὲ ὡς βασιλεῖ προσηρμόσθη ἀνδρὶ καὶ δέσποινα Βουλγάρων προσηγορεύθη. Ἀπῄει τοίνυν πλοῦτον ἐπικομιζομένη λαμπρὸν καὶ παντοδαπῆ καὶ σκευὴν ἀναρίθμητον. λεʹ. Τότε δὲ καὶ πρέσβεις πρὸς τὸν βασιλέα Ῥωμανὸν ἐκ τῆς Μελιτηνῆς παρεγένοντο, εἰρηνικὰς σπονλὰς ἐπὶ τὸ ποιῆσαι πάκτα παρέχοντες. Μετ’´ οὐ πολὺ δὲ καὶ Ἀπόχαψ ὁ τοῦ Ἄμερ ἔγγονος, ἀμηρᾶς ὧν Μελιτηνῆς, καὶ ὁ Ἀποσαλὰθ στρατηγὸς, εὐγενέστατος καὶ πλούσιος ὢν, ἐκ Μελιτηνῆς παρεγένοντο. Ἀποδεχθέντες οὖν μεγάλως μετὰ τῆς προσηκούσος τιμῆς παρὰ Ῥωμανοῦ καὶ σύμφωνα εἰρήνης σοι ἡσαντες ὑπέστρεψαν εἰς τὰ ἴδια. Ἔκτοτε δὲ συνεξεστράτευον τοῖς Ῥωμαίοις κατὰ τῶν ὁμοφύλων Ἀγαρηνῶν, ἔν τε τοῖς ἐπινικίοις συνεισήρχοντο τοῖς Τιωμαίοις ἐν τῇ πόλει, αἰχμαλώτους ἄγοντες Ἀγαρηνούς · ὅπερ ἦν θαυμαστὸν καὶ παράδοξον δεῖγμα τῆς τῶν ἀθέων Ἀγαρηνῶν δυστυχίας. Τελευτήσαντος δὲ τοῦ Ἀπόχαψ, ἀνδρὸς φρονίμου καὶ συνετοῦ καὶ δυνατοῦ, διέλυσαν τὴν εἰρήνην οἱ τὴν Μελιτηνὴν κατο· κοῦντες. Ἐκστρατεύουσιν οὖν κατ´ αὐτῷν πάλιν ὅ´