Ancient Greek
488
Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A) 488
Unproofread scanNot analysed yet
κζʹ. Ἐγένετο δὲ τηνικαῦτα καὶ σεισμὸς φοβερὸς ἐν τῷ τῶν Θρᾳκησίων θέματι, καὶ χάσμα γῆς μέγα καταπληκτικὸν, ὥστε πολλὰ χωρία καὶ ἐκκλησίας καταποθῆναι. κηʹ. Μαΐῳ δὲ μηνὶ κζʹ, ἰνδικτιῶνος ιεʹ, Συμεών ὁ ἄρχων Βουλγαρίας ἐτελεύτησεν, Πέτρον υἱὸν αὐτοῦ προβαλόμενος ἄρχοντα, ὃν ἐκ τῆς δευτέρας αὐτοῦ σχε γυναικὸς, τῆς ἀδελφῆς Γεωργίου τοῦ Σουρσουβούλη, ὃν καὶ ἐπίτροπον τοῖς ἑαυτοῦ παισὶν ὁ Συμεὼν καταλέλοιπεν. Μιχαὴλ δὲ ἐκ τῆς προτέρας αὐτοῦ γενόμενον γυναικὸς ἀπέκειρε μοναχόν. Ἰωάννης δὲ καὶ Βενιαμὶν οἱ τοῦ Πέτρου ἀδελφοὶ ἔτι στολῇ ἐκοσμοῦντο Βουλγαρικῇ. κθʹ. Τὰ κύκλῳ οὖν ἔθνη τὴν τοῦ Συμεὼν μαθόντες τελευτὴν, οἱ τε Χρωβάτοι καὶ οἱ λοιποὶ, ἐκστρατεύειν κατὰ Βουλγάρων ἐβούλοντο. Λιμοῦ δὲ σὺν ἀκρίσι τὸ Βουλγαρικὸν ἔθνος ἰσχυρῶς ἐκπιέζοντος, ἐδεδίεσαν μὲν καὶ τῶν ἄλλων ἐθνῶν τὴν ἔφοδον, ἐδαδίεσαν δὲ πλέον καὶ τὴν τῶν Ῥωμαίων ἐπέλευσιν. ϟουλὴν οὖν ποιησάμενοι κατὰ Ῥωμαίων ἐκστρατεύουσιν, καὶ ἐν Μακεδονίᾳ καταλαμβάνουσιν. Φόβον οὖν, ὡς εἰκὸς, τοῖς Ῥωμαίοις ἐμποιήσοντες, ἔπειτα μαθόντες ὅτι μέλλει κατ´ αὐτῶν ἐκστρατεύειν ὁ βασιλεὺς, ἀποστέλλουσι Πέτρος τε καὶ Γεώργιος κρυφίως τινὰ μοναχὸν Καλοκῦριν ὀνομαζόμενον, τῷ γένει Ἀρμενιακὸν, χρυσοθούλλιον [Ρ. ἔβ] ἐπιφερόμενον. Διηγόρευε δὲ τὰ ἐν αὐτῷ ὡς τὴν μετὰ Ῥωμαίων εἰρήνην ἀσπάζονται καὶ πρόθυμοι ταύτῃ συκ θέσθαι εἰσὶν, οὐ μόνον δὲ ἀλλ´, εἱ γε βούλονται, καὶ γαμικὸν ποιῆσαι συνάλλαγμα, λʹ Τὸν τοιοῦτον οὖν μοναχὸν ὁ βασιλεὺς ἀποδεξάμενος ἀσμενέστατα, παρευθὺ ἀπέστειλε μετὰ δρόμωνος ἐν Μεσημβρίᾳ τὸν μοναχὸν Θεοδόσιον τὸν Ἀβούκην καὶ Κωνσταντῖνον βασιλικὸν κληρικὸν τὸν Ῥάδιον, τὰ εἰς εἰρήνην συλλαλῆσαι τοῖς Βουλγάροις. Οἱ δὲ παραγενόμενοι καὶ τὰ εἰκότα συλλαλήσαντες ἐξῆλθον ἅμα Στεφάνῳ Βουλγάρῳ διὰ ξηρᾶς. Ὃπισθεν δὲ αὐτῶν κατέλαβε καὶ Γεώργιος ὁ Σουρσούβουλος. Καὶ παραγενόμενοι ἐν Κωνσταντινουπόλει τὴν εἰρήνην ἐποιήσαντο, καὶ συνάλλαγμα μετὰ τοῦ βασι. λέως ποιῆσαι ᾐτήσαντο. Θεασάμενοι δὲ τὴν θυγατέρα xριστοφόρουΜαρίαν καὶ μεγάλως ἐπ´ αὐτῇ ἀρεσθέντες ἔγραψαν τῷ Πέτρῳ διὰ τάχους παραγενέσθαι, σύμφωνα ποιήσαντες πρότερον περὶ τῆς γεγονυίας εἰρήνης. λαʹ. Ἀπεστάλη δὲ Νικήτας μάγιστρος ὁ συμπέν. θερος Ῥωμανοῦ βασιλέως ὑπαντῆσαι καὶ ἀγαγεῖν Πέτρον μέχρι τῆς πόλεως. Τοῦ Βουλγάρου οὖν Πέτρου καταλαβόντος, τριήρους ὁ βασιλεὺς Ῥωμανὸς ἐπιβὰς ἐν Βλαχέρναις παρεγένετο καὶ τὸν Πέτρον ὡς αὐτὸν ἀφικόμενον ἐθεάσατό τε καὶ κατησπάσατο Ἐπεὶ δὲ ἀλλήλοις τὰ εἰκότα συνωμίλησαν, ὑπογράφονται τά τε σύμφωνα τῆς εἰρήνης καὶ τὰ γαμικῤ συναλλάγματα, μεσολαβοῦντος ἐν τούτοις καὶ συνεχῶς διευθετοῦντος τὰ μεταξὺ Ῥωμαίων τε καὶ Βουλγάρων τοῦ πρωτοβεστιαρίου Θεοφάνους,