Ancient Greek
1115.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1115.3
Unproofread scanNot analysed yet
Παρασημείωσις. Ἔστι δὲ μέθοδος δεινότητος κατὰ τινὰς μὲν ἔλλειμμα 20 τῆς δεινότητος τῆς ἰδέας· καὶ γὰρ ἐκεῖ τὴν μέθοδον αὐτῆς οὐκ ἐδίδαξεν, ἀλλὰ τὴν ἔννοιαν καὶ τὴν λέξιν καὶ τὸ σχῆμα· ἐνταῦθα δὲ τὴν μέθοδον ἐτήρησεν· ἐστι δὲ ἔννοια μὲν δεινότητος ἡ εἰκὼν τῇ βαθείᾳ καὶ περινενοημένῃ ἔννοια, καὶ ἡ οὐσα καὶ μὴ φαινομένη φρόνησις· δεινὸς γὰρ λέγεται καὶ ὁ φρόνιμος· κατὰ τινὰ δὲ ὅτι διδάσκει πάλιν περὶ μεθόδου δεινότητος, τῆς κατὰ πᾶσαν ἰδέαν θεωρουμένης. Τρία δὲ σημαίνει ἡ δεινότης, τὸ φοβερὸν καὶ μέγα καὶ καταπληκτικόν, ὡς τὸ·