Ancient Greek
1115.4
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1115.4
Unproofread scanNot analysed yet
Δεινὴ τε σμερδὴ τε. 21 καὶ τὸ βαθὺ τε καὶ ἐπικεχρωμένον καὶ τὸ πιθανὸν καὶ συνετὸν καὶ εὐκαιρον, ἤτοι τὸ κατὰ καιρὸν χρῆσθαι τοῖς πράγμασι καὶ τὸ αὐξητικόν, ἤτοι τὸ κατὰ αὐξήσιν καὶ μείωσιν προχωροῦν, καὶ τὸ ἀκριβὲς καὶ ἐπιτήδειον. Τὰῦτα δὲ κατὰ πᾶσαν ἰδέαν θεωρεῖται, οἷον τὸ μὲν μέγα ἐν μεγέθει· τὸ δὲ βαθὺ ἐν δεινότητι καὶ δριμύτητι· τὸ δὲ πιθανὸν ἐν πάσαις ταῖς ἰδεαῖς, καὶ ἡ πᾶσα σπουδὴ καὶ ὁ σκοπὸς τῶν τεχνικῶν ἐστιν ἐνταῦθα διδάξαι, πῶς τεχνικῶς μεθοδεύσομεν ἐν λόγῳ ἕκαστον ὧν χρῄζομεν, εἴτε τῶν σχημάτων, εἴτε τῶν κατὰ ἄλλο τι χρησίμων εἰς ῥητορείαν· καὶ τὸ προοίμιον ὡς ἀνεί προθεωρία καὶ ὑπὲρ μερῶν εἴρηται τοῦ λόγου πρὸς τι χρήσιμον καιροῦ ὄντος