Ancient Greek
1125.2
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1125.2
Unproofread scanNot analysed yet
παράταξιν, ὡς ἂν εἰ ἔλεγον· ἅμα πρεσβευόμενοι τοὺς ἀμυνομένους ὑπτρέπιζον· ἐμέριζον τοὺς λογισμούς, λόγων πείραν καὶ πραγμάτων παρασκευὴ. Τὸ δὲ 69 ζεύξαντες τὰς παλαιὰς ναῦς, ἀντὶ τοῦ ζυγώματα 70. κρατύναντες κεῖται· ζυγώματα δὲ 71 καλοῦνται τὰ ξύλα τὰ ἀπὸ τοῦ τοίχου τῆς νᾶος πρὸς τὸν ἕτερον διατείνοντα τοίχον, ἐφ’ ᾧ 72 τὴν ναῦν σφίγξαι καὶ συναγαγεῖν, ἵνα μὴ χανωθῇ· ἢ ζυγώματα τὰ ξύλα τὰ ἐμβαλλόμενα ταῖς σανίσιν, ὥστε συζεῦξαι τὰς σανίδας διρημένας ἐστιν ὅτε, ὡς ἂν εἰ ἔλεγε, προεθεράπευον οἷς 73 ἔδει τὰς ναῦς, ἵνα μὴ ὀργῶσι 74 τῷ κλίδωνι, ὑπτρέπιζον ἀντέχειν θαλάσση τὰς μαχομένας πρὸς ὕδωρ· εἰπὼν δὲ τὰς ἄλλας ἐπισκευάσαντες, τὰς μὴ οὔσας μὲν παλαιὰς φιλοκαλήσεως δὲ τινος δεομένας ἐδήλωσε· ἐπισκευάζαι γάρ ἐστι τὸ φιλοκαλῆσαι καὶ καλλωπίσαι, οἷον μιλῶσαι, πισσῶσαι· διαφέρει δὲ τὸ κατασκευάζαι τοῦ ἐπισκευάζαι, ὅτι τὸ μὲν κατασκευάζαι ἐστὶ τὸ τὸ μὴ ὄν ποιῆσαι καὶ ὥσπερ οἰκοδομῆσαι, ἐπισκευάζαι δὲ τὸ φιλοκαλῆσαι τὰ ὄντα. Τὸ δὲ Ἀνακτόριον πόλις ἐστὶ τῆς ἠπείρου περὶ τὸν Ἀμβρακικὸν 75 καλούμενον κόλπον, ὃς καὶ αὐτὸς ἐστὶ τῆς ἠπείρου, ταῦτα δὲ τῆς Ἀνακτορίας γῆς μέρος τι ἐξέχον ἐστιν ἐπὶ θάλασσαν, ὅπερ καλεῖται Ἄκτιον, ἵσως παρὰ τὸ εἶναι ἐν ἀκτῇ καὶ αἰγιαλῷ· ἀκτὴν γὰρ καλοῦσι πάντα τόπον παραθαλάσσιον παρὰ τὸ ἀγνυσθαι τὰ κύματα περὶ τὸν τόπον· τὰ δὲ τοιαῦτα ἐναργῆ ποιεῖ τὸν λόγον καὶ σαφῆ· πάσης γὰρ ἡμᾶς ἀπορίας ἐκτὸς καθίστησιν· ἵνα γὰρ μὴ τις εἴπῃ ἐν ποίᾳ Ἄκτιῳ, ἐπάγει τῆς Ἀνακτορίας γῆς, ἵνα δὴ μὴ τις ζητῇ ἐν ποίῳ μέρει, φησίν, ἐνθα τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· ποῦ δὲ κεῖται τὸ ἱερὸν; ἐπὶ τοῦ στόματος