Ancient Greek
1126.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1126.1
Unproofread scanNot analysed yet
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. τοῦ Ἀμβρακικοῦ κόλπου. Κυρίως δὲ τὸ ζεύξαντες ἐπὶ ἵππου καὶ βοὸς λέγεται, ἐπὶ δὲ νηὸς οὐδαμῶς· σημαίνει δὲ καὶ τὸ ἐξαρθήσαντες ἔξω ἐπὶ τῷ καταρατίσαι. εἰ δὲ λέγει τις, ὅτι τροπικὴ λέξις ἐστὶ, καὶ πῶς ἐστὶ τεχνικὴ ἤτοι ναυπηγική, καὶ γὰρ ἡ μεταφορὰ ἀπὸ τῶν ἵππων καὶ βοῶν ἐστὶ· φαμέν, ὅτι καὶ ἡ τροπὴ ἀπὸ τέχνης ἐξρηται κατὰ τὴν ποιητικήν, τρόποι γὰρ ποιητικοὶ εἰσὶ πέντε. Ἐπὶ τὸ τεχνικὴ δύο σημαίνει τὴν ἀπὸ τῆς τέχνης, ὡς τὸ λιπὰς ὄρνις ἢ λιπώδης, καὶ τὸ ἐγομφίασαν οἱ ὀδόντες ἀπὸ τῶν γόμφων τῶν ἡλῶν, ὅ ἐστιν ἡμωδίσαν, καὶ τὴν τῆς τέχνης δηλωτικήν. Ἐπὶ τεχνικὴ λέξις ἢ οἰκεία τέχνης τινός, οἷον ἡ γεωργίας ἢ ναυπηγίας, ἢ ἄλλης τινὸς τεχνικὴ λέξις ἐστὶ, καὶ τὸ τραγέλαφος ἢ σκινδαλὸς ἢ βλίτυρον· ὅτε γὰρ παραδοξολογοῦμεν, χρὴ καὶνουργεῖν παραδόξους λέξεις, ὡς τὸ βουνόθρεπτον, καὶ ἡ τυπουργία, καὶ ἡ τρεφουργία· τεχνικὴ λέξις ἐστὶ καὶ τὸ σμερὶν, ὅ ἐστιν εἶδος κοπτομένου λίθου εἰς κοπὴν καὶ πρισμὸν μαρμάρου, φύεται δὲ ἐν τῇ Σμύρνη, καὶ λέγεται σμύριον, καὶ τὸ μὲν σμερὶν ὑπὸ τὴν τεχνικὴν ἀνάγεται λέξιν, τὸ δὲ σμύριον ὑπὸ τὴν ἐθνικήν· ἐπὶ τὰ τεχνικὰ τῶν ὀνομάτων ὅτε μὲν ἰδιόσημα ἐστίν, ὡς τὸ μοσχεῦειν καὶ τὸ γνώμων, ὅ ἐστι γεωμετρικόν, ὅτε δὲ ἀπὸ μεταφορᾶς λαμβάνονται, ὡς τὸ ζεύξαντες τὰς ναῦς.