Ancient Greek
1139.4
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1139.4
Unproofread scanNot analysed yet
Ἐν τῷ τετάρτῳ κεφαλαίῳ διδάσκει, πότε ἐπιμενετέον τῷ αὐτῷ ὀνόματι, καὶ πότε ποικιλτέον δι᾽ ἄλλον καὶ ἄλλον ὀνόματος, ὅ ἐστιν ἐπίχυσις ὀνομάτων, ὡς τὸ παντὶ καὶ πανταχοῦ· καὶ γὰρ τὸ πρῶτον ὡσαὐτὶ προθεωρία ἐστὶ καὶ ἄρχεται ἀπὸ τοῦ πάσης λέξεως· ποικιλίαν δὲ λέγει, ἵνα ἡ διάφορος μὲν καὶ παρηλλαγμένη ἡ λέξις, ὁμοιόσημος δέ· καὶ παραλαμβάνεται ἡ ποικιλία ἐπὶ ἰσοτίμων ὀνομάτων· ταυτολέξις καὶ ὁμοιότητι ὀνομάτων χρησόμεθα, ὅτε τοῦ πράγματος ἓν ὄνομα ἔχομεν τὸ ἐναργέστατον.