Ancient Greek
1139.5
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1139.5
Unproofread scanNot analysed yet
κζ´. Τοῦτο 2 λέγει ὁ τεχνικός, ὡς ὅταν μὲν πολλαὶ λέξεις εἰεν περὶ τὸ αὐτὸ ὄνομα, καὶ μία μὲν αὐτῶν ἡ ἐναργεστάτη καὶ σαφῶς δηλωτικὴ τοῦ ὑποκειμένου, αἱ λοιπαὶ δὲ οὐχ ὡσαύτως ἔχωσι, ἀλλὰ σημαίνωσι μὲν τοῦτο εἶναι, ἀμυδρῶς δὲ πως, οὐ δεῖ ἀκαιρῶς φιλοτιμεῖσθαι τὸν ὁῆτορα, καὶ τὴν εὐπορίαν τῶν λέξεων ἐπιδείκνυσθαι· ἡ γὰρ ἂν φιλοτιμηθῇται μὲν ἀκαιρῶς καὶ τὴν χορηγίαν ἀφθονον ἐπιδείξεται, 3 ἀφανίσει δὲ καὶ τὴν σαφήνειαν τοῦ πράγματος, καὶ τὰ μέγιστα αὐτῇ λυμανεῖται, καὶ περὶ τὰ μικρὰ δόξας εὐδοκιμεῖν περὶ τὰ μέγιστα χωλα-