Ancient Greek
1143.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1143.3
Unproofread scanNot analysed yet
λβ’. Ἐκ δὲ τεκμηρίων· τοῦτο ἐν ἀρχῇ τῆς πρώτης 36 τοῦ Θουκυδίδου συγγραφῆς κεῖται· λέγων γὰρ περὶ τοῦ Πελοποννησιακοῦ πολέμου, ὡς μέγας ἐγένετο ὑπὲρ τοὺς πρὸ αὐτοῦ, οὕτως διέξεισι· τὰ γὰρ πρὸ αὐτῶν καὶ ἐπὶ παλαιότερα σαφῶς εὑρεῖν μὲν διὰ χρόνου 20 πλήθους ἀδύνατον ἦν· ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακροτάτων σκοποῦντί μοι συμβαίνει, οὐ μεγάλα νομίζω γενέσθαι, οὔτε κατὰ τοὺς πολέμους, οὔτε εἰς τὰ ἄλλα· τὰ μὲν οὖν πρὸ αὐτῶν εἰπὼν τὰ Μηδικὰ ἐδήλωσε, διὰ δὲ τῶν ἐπὶ παλαιοτέρων τὰ Τρωϊκά. Ὁ δὲ λέγει, τοιούτον 25 σιν, ὡς ἐκ μὲν ἱστορίας ἀδύνατόν ἐστιν ἀποδεῖξαι, πῶς οὐχ εἰσὶν οὔτε τὰ Μηδικὰ, οὔτε τὰ Τρωϊκὰ μεγάλα, οὔτε κατὰ τοὺς πολέμους, οὔτε εἰς τὰ ἄλλα, τούτέστι τὰς ἐκλείψεις, τοὺς σεισμούς· ἐκ δὲ τεκμηρίων ἐοίκασιν οὐ τοιαῦτα εἶναι.