Ancient Greek
1144.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1144.1
Unproofread scanNot analysed yet
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. Καὶ παράδειγμα τόδε τοῦ λόγου. Εἰδέναι δὲ, ὡς ἀδιαφόρως τοῦτο ὁ τεχνικὸς ἔθηκε τέταρτον· παρὰ γὰρ τῷ συγγραφεῖ δεύτερον κεῖται μετὰ τὸ τεκμήριον· διεξιὼν γὰρ, ὡς οὐκ ἐν βεβαίῳ ὤκουν τὰς χώρας οἱ Ἕλληνες, ἀλλ’ ἀεὶ συνεχεῖς μεταβολὰς ἐποιοῦντο· πόθεν; ὅτι οὔτε μεγέθει πόλεων ἴσχουν θαρρεῖν, οὔτε τῇ ἄλλῃ παρασκευῇ· μάλιστα δὲ τοῦτο ἐποίει ἡ τῆς γῆς ἀρετή· διὰ γὰρ τὴν ἀρίστην γῆν ἐξωθοῦντο ὑπὸ τῶν δυνατωτέρων· ταῦτα οὖν διεξελθὼν ἐπήγαγε τάδε· τὴν γοῦν Ἀττικὴν διὰ τὸ λεπτόγεων οὔσαν ἀστασίαντον ἄνθρωποι ὤκουν οἱ αὐτοὶ ἀεὶ· καὶ παράδειγμα τόδε τοῦ λόγου οὐκ ἐλάχιστον ἐστίν, τὸ διὰ τὰς μετοικίας εἰς τὰ ἄλλα μὴ ὁμοίως αὐξηθῆναι· ἐστὶ δὲ ἡ ἐννοία τοῦ ἤτου τοιαύτη· πόθεν δῆλον, ὅτι μετοικίας ἐποιοῦντο ἀεὶ καὶ πυκνὰς μεταναστάσεις; ἐκ τοῦ μὴ ὁμοίως τῇ Ἀττικῇ αὐξηθῆναι τῷ πλήθει τῶν ἀνδρῶν τοὺς οἰκήτορας τῆς ἄλλης Ἑλλάδος, διὰ τὰς ἀρίστας τῶν γαιῶν ἀπανισταμένους· ἡ γὰρ Ἀττικὴ διὰ τοῦτο ἔμεινεν ἀστασίαστος, διὰ τὸ λεπτόγεως εἶναι. ἔνιοι δὲ τὸ παράδειγμα οὐκ ἐξέλαβοντο ἐπὶ τῆς μεταβολῆς καὶ ἀπαναστάσεως, ἀλλ’ ἐπὶ τοῦ τὴν Ἀττικὴν ἀστασίαντον μεῖναι διὰ τὸ λεπτόγεων εἶναι· ἐξηγοῦνται οὖν τοῦτο οὕτως· σημεῖον τοῦ τὴν Ἀττικὴν τοὺς αὐτοὺς οἰκεῖν τὸ κατὰ μὲν τὰ ἄλλα πράγματα μὴ αὐξηθῆναι, οἷον πλοῦτον καὶ ὅπλα, ἐπειδὴ οὐκ ἀπανίσταντο, κατὰ δὲ τὸ πλῆθος τῶν ἀνδρῶν καὶ μάλιστα μεγάλην γενέσθαι· σημεῖον δὲ ταῦτα τῆς Ἑλλάδος· εἰπόν, ὡς ἐσιδηροφόρει πᾶσα ἡ Ἑλλὰς διὰ τὰς ἀφράκτους οἰκήσεις καὶ οὐκ ἀσφαλεῖς, ἐπάγει πόθεν δῆλον, ὅτι ἐσίν-