Ancient Greek
1159.2
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1159.2
Unproofread scanNot analysed yet
γεν, καὶ ταῦτα ἠγοῦμαι πλεῖω τῶν ἱκανῶν εἰρῆσθαι· αἴτιος δ᾽ οὗτος ὥσπερ ἐωλοχρασίαν τινά μου τῆς πονηρίας τῆς ἑαυτοῦ καὶ τῶν ἀδικημάτων κατασχεδάσας. Περὶ δὲ τῆς ἐωλοχρασίας τοιούτῳν τι λέγεται. ἔθος ἦν ἐν τινι ἑορτῇ τοῖς παννυγίζουσι μέτρον οἶνον δίδοςθαι, ὥστε πίνοντι ἑκάστῳ ἀγρυπνεῖν· εἰ δέ τις καθευδήσας εἴα-σε τὸν οἶνον, ἔωθεν ὁ ἄρχων κατέχεε τοῦτον, πάντων ὁρώντων, κατὰ τῆς κεφαλῆς αὐτοῦ, καὶ τοῦτο ἐκαλεῖτο ἐωλοχρασία· ἐγὼ δὲ νομίζω πεποιηθῆναι μᾶλλον τὸ ὄνο-μα ὑπὸ τοῦ ῥήτορος ἀπὸ τῶν ἐώλων, ἃ ἐστιν ἄρχαία· πράγματα γὰρ ἄρχαῖα συγκεράσας ὁ Αἰσχίνης καὶ ψυ-χρὰ καὶ μάταια κατηγόρησεν αὐτοῦ.