Ancient Greek
1159.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1159.3
Unproofread scanNot analysed yet
Ἐτι εἰς τὸ τῶν αὐθαδῶν καὶ τολμηρῶν διανοημάτων. Ἐνταῦθα διδάσκει, πόσαι καὶ ποῖαι τῶν αὐθαδῶν διανοημάτων αἱ θεραπείαι καὶ παραμυ-θίαι, ἤτοι ἀσφάλειαι, πρὸς τὸ μὴ κινδυνευθῆναι γενέσθαι τὸν λόγον, ὅτι δύο, ἡ βραχεῖα προσθήκη, ἡ ὁμολογία τοῦ τολμήματος· βραχεῖα μὲν προσθήκη, ὡς τὸ· ,,τάχα καὶ τὸ ὁ λαλῶ οὐ κατὰ κύριον λαλῶ, λαλήσω δὲ ὧμως· τούτῳ τῷ στεφάνῳ καγὼ τι συνεβαλόμην τοῖς πλέκουσι,“ καὶ τὸ· ,,οὐδὲ αὐτὸν οἶμαι χωρήσαι τὸν κόσμον τὰ γρα-φόμενα βιβλία· “καὶ τὸ· ἡ δριμύτης ἐπιβόλειός ἐστι βαρύτης,“ καὶ τὸ· ,,καθ᾿ ἕπερ ῥήτορι θέοντι καὶ τοῖς λό-γοις ἐπικλῦζοντι· “παραμυθία γὰρ τοῦ θέοντος τὸ ἐπι-κλῦζοντι· ὁμολογία δὲ τοῦ τολμήματος, ὡς τὸ· ,,τολμῶ τι νέανιχὸν ὁ λόγος· θεὸς θεοῖς ἐνούμενός τε καὶ γνω-ριζόμενος. “Τολμηρὰ δὲ διανοήματα ἐστὶ τὰ ἄπιστα καὶ παράδοξα, οἷς ἐπάγειν δεῖ κατὰ τινας οἰκονομίαν τινὰ, τὸ ὁμολογεῖν μέν, οὐχ εὐπίστα εἶναι τὰ πράγματα,