Ancient Greek
1167.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1167.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. σει παραλείψεως. Διαφέρει δὲ ἡ παράλειψις ἀποσιωπήσεως· ἡ μὲν γὰρ παράλειψις νόημα ἐστὶν ἐν προσποιήσει σιωπῆς λεγόμενον· ἀποσιώπησις δὲ τὸ τὸ πρέπον καὶ ἀναγκαῖον παραλιπεῖν· οἷον, ἡ μὲν παράλειψις· „ἀλλὰ τί ἐχρὴν ποιεῖν; ἤδη γὰρ σε ἐρωτῶ ταῦτα πάντα ἀφεῖς, Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν“ ἡ δὲ ἀποσιώπησις, οἷον· πατὴρ μὲν, οὐκ ἐρῶ τίς ἐστι· γίνεται δὲ αὕτη ἢ δι’ ἐπίτασιν τοῦ σιωπωμένου, ὅταν λέγῃ τις, οὐκ ἐρωτῶ τί ἔδρασας· φαίνεται γὰρ, ἐπεὶ ἐσιώπησεν, ὅτι τὸ σιωπηθὲν μέγα δεινόν ἐστιν, εἰ δὲ καὶ ἴσως ἐστὶν οὐδαμινόν· ἢ διὰ παράλειψιν τοῦ γνωσκομένου, ὅταν λέγῃ τις· τόσαῦτα πέπονθα, ὅσα ὀκνήσαιμι λέγειν· παντὶ γὰρ δῆλον· “ἢ δι’ ἀσχρότητα τοῦ πράγματος, ὡς παρὰ τῷ Θεολόγῳ· „τὰ μὲν ποιεῖται, τὰ δὲ πάσχει· αἰσχύνομαι γὰρ ἡμέρα δοῦναι τὴν τῆς νυκτὸς τελετήν“ λαμβάνεται δὲ ἡ ἀποσιώπησις καὶ ὅταν φεύγῃ τις τὴν τραχείαν ἐπιτίμησιν καὶ τὸ φορτικὸς εἶναι δοκεῖν, ὥσπερ καὶ ὁ Θεολόγος· καὶ ἡ λαμπρότης ἐγγύθεν, καὶ τὸ δύσφημον σιωπήσαιμι οἷον· λάβωμεν πρῶτον τὸ ἐκ τοῦ λό-