Ancient Greek
1168.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1168.1
Unproofread scanNot analysed yet
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. γου παράδειγμα. ἔγραψεν ἐσχηματισμένα δύο προβλήματα ὁ Ἑρμογένης, ὧν τὸ ἕν τοιοῦτόν ἐστι· φήμη ἦν, ὅτι σύνεστιν ὁ πατὴρ τῇ τοῦ υἱοῦ γυναικί· 11 ἐγκυσ ἐγένητο ἡ γυνή· ἔχρησεν ὁ θεὸς τὸ γεννηθησόμενον φρονέα ἐσεσθαι τοῦ πατρός, οὐ βούλεται ἐκτιθέναι τὸ γεννηθὲν ὁ παῖς καὶ ὑπὸ τοῦ πατρὸς ἀποκηρύσσεται· τοῦτον οὖν τὸν λόγον ἔοικεν ἀρτι τοῖς ὁμιληταῖς ἀναγνοῦς, ἐκ τούτου προαγαγεῖν παράδειγμα ἀποσιωπήσεως. ἀποκηρυττόμενος γὰρ ὁ υἱὸς ἐρεῖ, τίς ἵσως φήσει 12 πρὸς τὸν πατέρα, ἀποκηρυττόμενον ἐμὲ ὑπὸ σοῦ ὁρῶν, 13 ὅτι οὗτος κακῶς κέχρηται τῷ 14 πατρὶ, καὶ διὰ τοῦτο ἀποκηρύττεται· ἢ γὰρ ἀντεῖπε 15 τῷ πατρὶ ἐκτιθέναι τὸ παιδίον κελεύοντι, ἢ οὐκ ἐπεῖσθη τὴν αἰτίαν εἰπεῖν, δι’ ἣν οὐκ ἐκτίθεται· ὀφείλων οὖν προσθεῖναι, ὡς ἀνυπότακτος, ἢ ἀπειθής, ἀπεσιώπησεν. 16