Ancient Greek
1168.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1168.3
Unproofread scanNot analysed yet
Ἄλλως. Ἐνταῦθα διδάσκει, πότε χρηστέον παραλείψει καὶ πότε ἀποσιωπήσει, καὶ κατὰ πόσους καὶ ποίους τρόπους μνήμη τῶν πραγμάτων ὑπάρχει προσποιήσει παραλείψεως· ἐστὶ δὲ παράλειψις μὲν ἡ ἀποσιώπησις, τοῦτἐστιν ὑποκρινομένη σιωπή· καὶ ὅταν τις ἐν προσποιήσει σιωπῆς οὐδὲ ἥττον λέγῃ, ἀ λέγει, καὶ ὅταν τις τῷ δοκεῖν τινα παραλείπειν λέγῃ, ἀ βούλεται, ἢ νόημα ἐν προσποιήσει σιωπῆς οὐδὲν ἥττον λεγόμενον· οἷον εἰ ἐγκαλῶν τινι εἴπω, ὅτι σιγῶ, ὅτι τόδε καὶ τόδε τοιούδε ἐπραξα· ἀποσιώπησις δὲ ἐστὶ λόγος ἐπιτείνων τὸ σιωπώμενον καὶ