Ancient Greek
1182.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1182.3
Unproofread scanNot analysed yet
οὔ. Καὶ 35 πάλιν παρὰ πόδας. Ἡγνύς, φησί, τοῦ μνημονευθέντος ὥρου ἐστὶν ἑτέρα περιπλοκή, τὸ ἡμεῖς δὲ· συνεζακούετα γὰρ τὸ ἀμελοῦμεν· σύλληψιν δὲ λέγει τὴν πρόσληψιν τοῦ ἀορίστου· τὸ οὐκ οἶδ’ ὄντινα τρόπον δοκοῦμεν ἔχειν 36 πρὸς ταῦτα. Καὶ ἄλλως δέ· ἡμεῖς δὲ περὶ οὐ ὑπόκειται εἰπεῖν ἀμελοῦμεν, ἀλλὰ τοῦτο λυπηρόν ἐστι, πῶς οὖν περιέπλεξεν, οὐκ οἶδ’ ὄντινά μοι δοκοῦμεν ἔχειν τρόπον πρὸς αὐτά· περιπλοκὴ μὲν οὖν ἐστιν ἡ τοῦ ἀορίστου· πρόσληψις, τοὔτεστι τὸ οὐκ οἶδ’ ὄντινα τρόπον δοκοῦμεν ἔχειν πρὸς ταῦτα· σύλληψις δὲ ἐστὶ τὸ εἰπεῖν ἡμεῖς δέ· συλλαβὼν καὶ τὸ ἑαυτοῦ πρόσωπον, οὐ γὰρ εἶπεν· ὑμεῖς δέ. —Ὅπερ ἐστὶ φιλοτιμίας· φιλοτιμίας ἐστὶν ὁ πρὸς δόξαν πολιτευόμενος, ἀφ’ οὗ καὶ φιλοτιμία, —Τὸν αὐλητὴν ἔλαχον· ἀριστος οὗτος ἦν αὐλητής, τὴν κλῆσιν Τηλεφάνης. —Εἰς τὸ παράδειγμα τῶν μὲν αἰσχρῶν· ἐν τῷ 20 κατὰ Τιμάρχου φησὶν Αἰσχίνης· εἰδὼς δ’ αὐτὸν ἔνοχον ἄντα θέλει μὲν εἰπεῖν τῇ πορνείᾳ· φυλαττόμενος δὲ τὰ αἰσχρὰ περιπλέκει λέγων, οἷς ὀλίγῳ πρότερον ἀκούσατε ἀναγινώσκοντος τοῦ γραμματέως· τοῦτο ἐν ἀρχαῖς κείται τοῦ λόγου, ὃν Αἰσχίνης κατὰ Τιμάρχου ἔγραφε· ἔχει 25 δὲ οὕτως ἡ ἀρχή· „οὐδένα πώποτε τῶν πολιτῶν, ὦ ἄνδρες Ἀθηναῖοι, οὔτε γραφὴν γραψάμενος, οὔτε ἐν εὐθύναις λυπήσας, ἀλλ’ ὡς ἔγωγε νομίζω, μέτριον ἑαυτὸν πρὸς ἕκαστα τούτων παρορρηκώς, ὁρῶν τὴν τε πόλιν μεγάλα βλαπτομένην ὑπὸ Τιμάρχου τούτου δημηγοροῦντος 30 παρὰ τοὺς νόμους, καὶ αὐτὸς ἰδίᾳ συκοφαντούμενος, ὅν