Ancient Greek
1183.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1183.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. δὲ τρόπον προῖόντος ἐπιδείξω τοῦ λόγου, ἐν τι τῶν αἰσχίστων ἠγησάμην, μὴ βοηθήσαι τῇ τε πόλει πάσῃ καὶ τοῖς νόμοις καὶ ὑμῖν καὶ ἐμαυτῷ, εἰδὼς δὲ αὐτὸν ἔνοχον ὄντα, οἷς ὀλίγον πρότερον ἠκούσατε, ἀγαγνοῦσθοντος τοῦ γραμματέως ἐπήγγειλα αὐτοῦ τὴν δοκιμασίαν 5 ταύτην· καὶ ὡς ἔοιχεν, ἄνδρες Ἀθηναῖοι, οἱ εἰωθότες λάγοι λέγεσθαι ἐπὶ τοῖς δημοσίους ἀγῶσιν οὐκ εἰσὶ ψευδεῖς, αἱ γὰρ ἰδίαι ἐχθραὶ πολλὰ πᾶν τῶν κοινῶν ἐπανορθοῦσιν. Ἡ δὲ ὑπόθεσις τοῦ κατὰ Τιμάρχου λόγου ἐστὶν αὕτη· ἐπανελθόντος ἐκ τῆς δευτέρας πρεσβείας Λισχίνου, 10 δύο ἐπέστησαν τούτου κατήγοροι, Δημοσθένης καὶ Τιμαρχος τούτων ἐλέγχοντες, πρὸς μὲν οὖν Δημοσθένην εἰσέρχεται τὸν λόγον τῆς ἀπολογίας ποιούμενος ὑστερον δεικνύς, ὡς οὐ παρεπρέσβευσεν, ὃν καὶ παραπρεσβείας ἐκάλεισε. Τέως δὲ νῦν πρῶτον τὸν Τιμάρχου παραγρά- 15 φεται, μὴ δρξεῖλιν αὐτὸν κατηγορεῖν, ὡς ἡταίρηχότα· λέγων, τοὺς γὰρ τοιούτους οὐκ ἔξωσιν οἱ νόμοι δημοσία δικάζεσθαι, καὶ πρὸς τοὺς θεσμοθέτας τοιαύτην εἰσάγων κατηγορίαν εἰσέρχεται, παρ’ αὐτοῖς γὰρ αἱ γραφαὶ τῶν ἡταιρηκότων ἐγίνοντο· ἡ μὲν οὖν ὑπόθεσις τοιαύ- 20 τη, ἡ δὲ τοῦ λόγου στάσις κατὰ μὲν Χειρίσοφον στοχασμὸς, καθ’ ὃ ζητεῖται, εἰ ἀληθῶς ἡταίρησε Τιμαρχος· εἰ γὰρ καὶ ἡ ὑπόθεσις τοῦ λόγου παραγραφὴ ἐστιν, ἀλλ’ οὐ δεῖ, φησί, χαρακτηρίζειν ἀπὸ τῆς ὑποθέσεως τὴν στάσιν, ἀλλ’ ἀπὸ τῆς ὕλης τοῦ λόγου τὸ εἶδος τῆς στάσεως 25 χρῖνεσθαι. ὡμῶς δὲ κατ’ ἄλλους τινὰς ἀπὸ τῆς ὑποθέσεως ἔσται μᾶλλον μετάληψις, καθὸ τὸν Τιμάρχου παραγράφεται· στοχαστικῶς δὲ προῖοχεται καὶ ἔχει τὰ σημεῖα καὶ τὴν τῶν ἐλέγχων ἀπαίτησιν. ὁ μὲν οὖν Λισχίνης κατηγορῶν τοῦ Τιμάρχου φησίν, ὡς ἡταίρηκε, καθότι 30 Πιτταλάκῳ γυναιδοποιῷ συνῆν· ὁ δὲ προσφέρει τὴν πιθανὴν ἀπολογίαν λέγων, ἀλλ’ οὐχ ὁ Πιτταλάκῳ συνὼν πάντως δὴ καὶ ἡταίρηκεν. Ἐζήτησαν δὲ τινες εἰ παραγραφὴ