Ancient Greek
1186.4
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1186.4
Unproofread scanNot analysed yet
οἱ. Ἐπὶ τῶν σχημάτων ἔχεται· καὶ γὰρ τὸ περὶ μεθόδου δευτέρας θεωρεῖται καὶ ἐν ἐννοίαις καὶ ἐν λέξεσι καὶ σήμασι, καὶ τὰ μὲν κατὰ μέθοδον πιθανότητος καὶ φρονήσεως διδάσκει, ὡς ἔχει τὸ κεφάλαιον τὸ 20 περὶ τοῦ τὰ ἐναντία λέγοντος, κατορθοῦν ἐναντία καὶ ἄλλα τινά· τὰ δὲ κατ’ οἰκονομίαν, ὡς τό· τοῦ αὐτὸν ἐπαίνειν ἐπαχθοῦς ὄντος, ἀνεπαχθῶς ποιῆσαι αὐτόν· τὰ δὲ κατὰ μέθοδον αὐξήσεως, ὡς τὸ περὶ τοῦ πότε ὁ ῥήτωρ αὐξήσει χρησεται, καὶ τὸ ἐπὶ διαβολῇ εἶδος τῆς ἐπαναλή- 25ψεως· ἐνθά μὲν οὖν ἐστι καταδηλος ὁ καιρός, ἤτοι τὸ πότε χρηστέον τῇδε τῇ μεθόδῳ ἢ τῇδε, οὐ λέγει, ἀλλὰ καταλείπει νοεῖσθαι ὑπὸ τῶν ἀκροατῶν· ἐνθά δὲ ἀδηλός