Ancient Greek
1187.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1187.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. εστιν ὁ καιρὸς, διορίζεται, ὡς πολλαχοῦ τῶν κεφαλαίων ἐστιν ἰδεῖν: ἐπανάληψις 1 δὲ ἐνταῦθα τῆς λέξεως γίνεται, οὐ τῆς ἐννοίας: λέγεται δὴ ἡ ἐπανάληψις ὑπὸ τῶν παλαιῶν κατὰ πολλοὺς τοὺς 2 τρόπους: πρῶτα 3 μὲν, ὅταν ἐπανῇ ὁ λόγος ἀπὸ ἐκβάσεως 4 ἐπὶ τὸ ἐξ ἀρχῆς προκεί- 5 μενον, οἷον ἀλλὰ γάρ 5 ἐμπεπτώκα εἰς λόγους, οὓς ὑστερον εἰπεῖν ἁρμόδιον: ἐπανίτω οὖν ὁ λόγος ἐπὶ τὸ ἐξ ἀρχῆς: δεύτερον ἐπανάληψις ἐστιν, ὅταν δύο πράγματα καὶ ὀνόματα προθέντες, μηδέπω τοῦ νοῦ πέρας ἔχοντος, ἐπανιόντες ἐφ’ ἑκάτερα τὸ τῆς διανοίας ἀναπληρώμεν 10 ἐλλιπές: οἷον Ἀλκιβιάδης καὶ Νικίας τὴν Σικελίαν ἐλυμήγαντο, Ἀλκιβιάδης μὲν τῇ στρατιᾷ, Νικίας δὲ στρατηγήσας ἀργῶς: λέγεται ἐπανάληψις καὶ ἡ ἐπανακεφαλαίωσις, ἢ καὶ ἐπάνοδος καλουμένη: 9 ἐτι 7 ἐπανάληψις ἐστιν, ὅταν τὴν αὐτὴν φωνὴν δι’ ὀλίγον ἐπαναλαμβάνωμεν, ἢ- 15 τοι 8 ἐν τῷ αὐτῷ κώλῳ διὰ μέσον βραχὺ τι παρεντιθέντες, ὡς καὶ ὁ Θεολόγος: ?ἦν, ὅτε ἦν: ἢ ὅταν ἐξ οὐ ἀρχεται τὸ πρῶτον κῶλον. ἢ κόμμα, ἢ εἰς ὁ λέγει, ἀπ’ αὐτοῦ πάλιν καὶ τοῦ δευτέρου κώλου ἢ κόμματος 10 ἀρχωμέθα, ἢ εἰς ἐκεῖνο λῆγον ποιῶμεν: οἷον πάλιν ἡμῖν 20 συμφοραί, πάλιν δακρύων ὑπόθεσις, ἢ οὐ γὰρ 11 διὰ τοῦτο τοῖς περὶ λόγους ἔχρωμην πόνοις, ἵνα πολλοῖς περιπέσω πόνοις, ἀλλὰ τούτων ἡ μὲν ἐν τῷ αὐτῷ κώλῳ λέξις καλεῖται ἐπαναδίπλωσις, ἡ δὲ ἐν ἄλλῳ καὶ ἐν ἄλλῳ κώλῳ ἀπὸ τῆς αὐτῆς λέξεως ἀρχὴ καλεῖται ἐπαναφορά, 25 ἡ δὲ ἐν ἄλλῳ καὶ ἄλλῳ κώλῳ εἰς τὴν αὐτὴν λέξιν κατά-