Ancient Greek
1195.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1195.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. ἀμύνασθαι, κατηγορῶν τοῦ στρατηγοῦ πρὸς Ἀθηναίους ἀπέστειλε, παραβεβηκέναι τὰς συνθήκας λέγων αὐτοῖς, καὶ τοῦ Λιοπείδους τῶν ῥητόρων οἱ φιλιππίζοντες κατατρέχουσιν, οἷς ὁ Δημοσθένης ἐναντιούμενος ὑπὲρ Λιοπείδους ἀπολογίαν πεποίηται· οὐδὲ γὰρ ἄδικά φησιν αὐτὸν ποιεῖν, ἐπειδή τὴν εἰρήνην παραβὰς ὁ Φίλιππος εὐρηται· διὰ δὴ τοῦτο καὶ τοῖς Ἀθηναίοις κολάσαι τὸν στρατηγὸν οὐ συμφέρον ἐστι, καὶ τὴν ὑπ᾿ ἐκείνων δύναμιν διαλῦσαι, ἥτις νῦν Χερόνῳντου Φίλιππον ἀποκρούεται· τὸ δὲ ὅλον παρακαλεῖ τοὺς Ἀθηναίους εἰς πόλεμον, καὶ πολλὴν Φιλίππου οἷα δὴ παρασπονδοῦντος κατηγορίαν πεποίηται.