Ancient Greek
1195.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1195.3
Unproofread scanNot analysed yet
πβ᾿. Ἐπὶ δὲ 45 προσώπου συστάσει, ὡς Ξενοφῶν πολλάκις Κύρον ἐπαναλαμβάνων. Ἐν τῇ Κίρου παιδείᾳ συνεχῶς ἐπαναλαμβάνει τὸ τοῦ Κύρου 15 ὄνομα, ὡς ἔχει καὶ ταῦτα ἐν τῷ τρίτῳ· ,,ὁ δὲ Ἀρμένιος ὡς ἤκουσε τὴν τε κλῆσιν τοῦ Κύρου καὶ τὴν προάξιν, λαβὼν τοὺς τέκτονας καὶ ἄλλα ὅσα ὤφτο δεῖν, ἦκε πρὸς τὸν Κύρον, ὡς ἐδύνατο τάχιστα· ἐπεὶ δὲ εἶδε τὸν Κύρον, ἔλεξεν, ὦ Κῦρε, ὡς ὀλίγα δυνάμενοι ἄνθρωποι προ- 20 ορᾶν περὶ τοῦ μέλλοντος πολλὰ ἐπιχειροῦμεν πράττειν, νῦν γὰρ δὴ καὶ ἐγὼ ἐλευθερίαν μὲν μηχανεῖσθαι ἐπιχειρήσας δοῦλος ὡς οὐδέποτε ἐγενόμην· ἐπεὶ δὲ ἔσλωμεν, σαφῶς ἀπολωλέναι νομίσαντες νῦν ἀναφαινόμεθα σεσωσμένοι ὡς οὐδέποτε· οὐδὲ γὰρ οὐδὲ πώποτε ἐπαίοντο 25 πολλὰ κακὰ ἡμᾶς ποιοῦντες· νῦν ὅρα τούτους ἔχοντας, ὥσπερ ἐγὼ ἠγόμην, καὶ τοῦτο ἐπίστω, ἔφη, ὦ Κῦρε, ὅτι ἐγὼ ὥστε ἀπελάσαι Χαλδαίους ἀπὸ τούτων τῶν ἀχων πολλαπλάσια ἂν ἔδωκα χρήματα, ὧν σὺ νῦν ἔχεις παρ᾿ ἐμοῦ. “