Ancient Greek
1202.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1202.3
Unproofread scanNot analysed yet
Περὶ τοῦ κατὰ πεῦσιν σχήματος. Τὸ κατὰ πεῦσιν σχῆμα ἀνάντιδρότητόν ἐστιν. Ἐνταῦθα διδάσκει, πότε χρὴ τὸν ῥήτορα ἐρωτᾶν, καὶ τὴν πεῦσιν παραλαβεῖν, καὶ πόσας καὶ ποίας ἡ πεῦσις ἔχει μορφάς. εἴτ’ οὖν κατὰ πόσους τρόπους ἐκφέρεται· γένος δὲ οὖσα ἡ ἐρώτησις διαιρεῖται εἰς δύο εἴδη, τὴν πεῦσιν καὶ τὴν ἐρώτησιν, ἥτις καὶ ἐν πολιτικοῖς λόγοις καὶ ἐν διαλόγοις θεωρεῖται, καὶ ἔστι πρὸς τὴν πεῦσιν μὲν μὴ μοναχῶς ἀποκρίνασθαι, ἀλλὰ διεξοδικῶς, ἡ γὰρ πεῦσις διὰ πλειόνων δέχεται τὴν ἀπόκρισιν. οἷον πρὸς τό·