Ancient Greek
1202.5
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1202.5
Unproofread scanNot analysed yet
Τίς, πόθεν εἰς ἀνθρώπων; ἠναγκάσθη ὁ Γλαῦκος ἔγνωθεν γενεαλογῆσαι· ἔστι γὰρ πεῦσις, πρὸς ἣν διεξοδικῶς ἀποκρίνασθαι δεῖ, καὶ ἡ μὲν ἐστιν ἀπλή, ἡ δὲ οὐχ ἀπλή· ἀπλῆ μὲν, οἷον ποῦ μένει Δίων, οὐχ ἀπλῆ δέ, οἷον· ἐμὸν γε τὶς ἐχθρὸν ἢ τῆς πόλεως φήσειεν εἶναι; πρὸς δὲ τὴν ἐρώτησιν καταφῆσαι δεῖ μόνον ἢ ἀποφῆσαι· ἐρώτησις γὰρ ἔστι, πρὸς ἣν καταφατικῶς ἢ ἀποφατικῶς ἀποκρίνεσθαι δεῖ· ἔστι δὲ καὶ αὕτη διττή, ἡ μὲν ἀπλή, ἡ δὲ οὐχ ἀπλή· καὶ ἀπλῇ μὲν