Ancient Greek
1237.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1237.3
Unproofread scanNot analysed yet
κγ᾽. Ἀ Πλάτων διαβάλλει, ὥ λῶστε Πῶλε, ἵνα προσείπω σε κατὰ σέ· ταῦτα Πλάτων ἐν τῷ Γοργίᾳ ἢ περὶ ῥητορικῆς διέξεισιν. Ἐν τούτῳ γὰρ τῷ λόγῳ κολακείας μόριον τοῦ Σωκράτους καλοῦντος τὴν ῥητορικήν, καὶ μηδὲν δύνασθαι τοὺς ῥήτορας λέγοντος, λέγει ὁ Πῶλος. „τί δ᾽ οὐχ ὥσπερ οἱ τύραννοι ἀποκτιννύασί τε ὅν ἂν βούλωνται καὶ ἀφαιροῦνται τὰ χρήματα, καὶ ἐκβάλλουσιν ἐκ τῶν πόλεων, ὅν ἂν δοκῇ αὐτοῖς, νὴ τὸν κύνα, ἀμφιγνοῶ μέν τοι, ὦ Πῶλε, ἐφ᾽ ἑκάστου ὧν λέγεις πότερον αὐτὸς ταῦτα λέγεις καὶ γνώμην ἑαυτοῦ ἀποφαίνῃ, ἢ ἐμὲ ἐρωτᾷς. ἀλλ᾽ ἐγώγε σε ἐρωτῶ. εἰεν, ὦ φίλε· ἔπειτα δύο μέν ἄμα ἐρωτᾷς. πῶς δύο; οὐχ ἄρατι οὕτως πῶς ἔλεγες, ἢ οὐκ ἀποκτιννύουσιν οἱ ῥήτορες, ὅν ἂν βούλωνται, ὥσπερ οἱ τύραννοι, καὶ χρήματα ἀφαιροῦνται, καὶ ἐξελκύουσιν ἐκ τῶν πόλεων, ὅν ἂν δοκῇ αὐτοῖς· ἐγώγε λέγω τοίνυν σοι, ὅτι δύο ταῦτά ἐστι τὰ ἐρωτήματα, καὶ ἀποχορινοῦμαι γέ σοι πρὸς ἀμφότερα· φημὶ γάρ, ὦ Πῶλε, ἐγώ, καὶ τοὺς ῥήτορας καὶ τοὺς τυράννους δύνασθαι μέν ἐν ταῖς πόλεσι σμικρότατα, ὥσπερ δὴ ἔλεγον νῦν, οὐδὲν γὰρ ποιεῖν ὅνπερ βούλονται, ὡς ἔπος εἰπεῖν· ποιεῖν μέντοι, ὅ τι ἂν αὐτοῖς δοξῇ βέλτιστον εἶ-