Ancient Greek
1238.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1238.1
Unproofread scanNot analysed yet
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. ναι· καὶ πάλιν μετ’ ὀλίγα· οὐκοῦν ποιοῦσιν ἃ βούλονται; οὐ φημί, ποιοῦσιν ἃ δοκεῖ αὐτοῖς; φημί· σχέτλια λέγεις, ὦ Σωκράτες, καὶ ὑπερφύη, μὴ κατηγορεῖ, ὦ λῶστε Πῶλε· ἵνα προσείπω σε κατὰ σέ· ἀλλ’ εἰ μὲν ἔχεις ἐμὲ ἐρωτᾶν, ἐπίδειξον, ὅτι ψεύδομαι· εἰ δὲ μή, αὐτὸς ἀποκρίνον· ἀλλ’ ἐθέλω ἀποκρίνασθαι, ἵνα ἴδω, ὅ τι λέγεις· πότερον οὖν σοι δοκοῦσιν οἱ ἄνθρωποι τοῦτο βούλεσθαι, ὃ ἂν πράττωσιν ἕκαστοι, ἢ ἐκεῖνο, οὗ ἕνεκα πράττουσι τοῦτο, ὃ πράττουσιν, οἷον οἱ τὰ φάρμακα πίνοντες παρὰ τῶν ἰατρῶν, πότερόν σοι δοκοῦσι τοῦτο βούλεσθαι, ὅπερ ποιοῦσι, πίνειν τὸ φάρμακον καὶ ἀλγεῖν, ἢ ἐκεῖνο τὸ ὑγιαίνειν, οὗ ἕνεκα πίνουσι; δηλονότι τὸ ὑγιαίνειν· οὐκοῦν καὶ οἱ πλέοντες τε καὶ τὸν ἄλλον χρηματισμὸν χρηματιζόμενοι, οὐ τοῦτό ἐστιν ὃ βούλονται, ὃ ποιοῦσιν ἕκαστοιτε· τίς γὰρ βούλεται πλεῖν τε καὶ κινδυνεύειν καὶ πρᾶγματ’ ἔχειν; ἀλλ’ ἐκεῖνο οἴμαι, οὗ ἕνεκα πλέουσι, πλουτεῖν· πλουτοῦ γὰρ ἕνεκα πλέουσι· πάνυ γε οὕτω καὶ περὶ ἁπάντων, ἐὰν τις τι πράττῃ ἕνεκά του, οὐ τοῦτο βούλεται ἢ πράττει, ἀλλ’ ἐκεῖνο, οὗ ἕνεκα πράττει· ταῦτα μὲν τὰ Πλατωνικά. Δεῖ δὲ ταῦτα δεόμενά τινος ἐξηγήσεως ἐν ἐπιτομῇ ἐπελθεῖν· αὐτίκα τοῦτό ἐστιν εἰπεῖν περὶ τῶν συλλογισμῶν τοῦ Πίλου, ὡς δύο μέν εἰσιν, ἡμάρτηται δὲ ὁ μὲν πρῶτος κατὰ τὴν ἐλάττονα πρότασιν· ὁ δὲ δεύτερος κατὰ τὴν μείζονα· ὁ μὲν γὰρ πρῶτός ἐστιν, οἱ ῥήτορες ποιοῦσιν ἃ βούλονται, οἱ ποιοῦντες ἃ βούλονται μέγα δύνανται, οἱ ἄρα ῥήτορες μέγα δύνανται, οὐ τὴν ἐλάττονα πρότασιν οὐ προσέτετο Σωκράτης· ὁ δὲ δεύτερος πάλιν τοιοῦτος· οἱ ῥήτορες ποιοῦσιν, ἃ δοκεῖ αὐτοῖς κατὰ βούλησιν ποιεῖν· ψεῦδος καὶ τὸ τοὺς ῥήτορας ποιεῖν, ἃ βούλονται, ἀλλ’ ὁ Πῖλος ὡσεὶ ἀπειπὼν πρὸς τοὺς ἐλέγχους, ἐπὶ τὰς καταβολὰς λοιπὸν τρέπεται, σχέτλια καὶ ὑπερφύη λέγειν αὐτὸν διατεινόμενος τοῦτέστι θαυμαστὰ καὶ ὑπὲρ φύσιν· ὡς καὶ ὁ Σωκράτης οὐ μάτην ἐπὶ