Ancient Greek
1239.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1239.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. τὰ παραδοξότερα τῶν προβλημάτων ὤρμησεν, ἀλλ’ ὡς κινήσων αὐτὸν εἰς θαῦμα καὶ ἐκπλήξιν, καὶ διὰ τούτων εἰς τὴν τῆς ἀληθείας ζήτησιν· ἐὰν γὰρ τὸ σχέλιον τοῦτο καὶ ὑπερφύς πάντων ἀληθέστατον ὃν ὁ λόγος ἀποδείξῃ, εὐπειθέστερον ποιήσει τὸν Πῶλον ἐν τοῖς ἐχομέ- 5 νοις· ἐπειδὴ δὲ αἱ τοιαῦται καταβολαὶ ἀπὸ τῆς ῥητορικῆς ἐπηρέχθησαν εἰς ταύτην τὴν διαλεκτικὴν συνοῦσίαν, διὰ τοῦτο μὴ κατηγορεῖ, φησὶν ὁ Σωκράτης, καὶ ἐπειδήπερ ἐκεῖνος ἄτοπον αὐτοῦ τὴν ὑπόθεσιν ἀπεκάλεισε, τραχυτέρων ἀψάμενος καταβολῶν, αὐτὸς ἀντικειμένως 10 προώτερον αὐτὸν ποιεῖ διὰ τῆς φιλικῆς προσοχῆσεως, οἷον ἡδυσμά τι τῷ λόγῳ τὸν ἐπαινον καταμιγνύς, λείανοντα μὲν τὸ τραχὺ τῆς ἐκείνου διανοίας, χαλῶντα δὲ τὸ φορτικὸν τῆς ἀγανακτήσεως· ἐπὶ μέντοι καὶ προθεραπεύοντα τοὺς ἐπομένους ἐλέγχους. Τὸ δέ, ὦ λῷστε Πῶλε, 15 ἵνα προσείπω σὲ κατὰ σέ, διὰ τὰς ἐπιτεθδευμένας παρὰ τοῖς ἀμφὶ τὸν Γοργίαν παρισώδεις εἴρηται· πάνυ γὰρ αὐτοὺς καὶ τοὺς ὁμοιοκαταλήκτους ἐχαιρον· τὸ δὲ ἔπειτα δύο με ἐρωτᾷς· τοιοῦτον ἔχει τὸν νοῦν. ὅτι τὸ βούλεσθαι καὶ τὸ δοκεῖν διαφέρουσι· τὸ μὲν γὰρ κατὰ 20 φαντασίαν ἐστὶ τὴν τυχοῦσαν, τὸ δὲ βούλεσθαι πάντως πρὸς τὸ ἀγαθὸν ἀποτείνεται· τὸ δὲ οὕτως ἄνθρω οὕτω νοεῖται· ὁ Πῶλος ὡς ἐναντία λέγοντος τοῦ Σωκράτους, παρὰ πόδας λέγοντος πρὸς ἑαυτὸν καὶ ποιεῖν ἃ δοκεῖ αὐτοῖς τὸν ῥήτορα, καὶ μὴ ποιεῖν ἃ βούλεται, ὥσπερ ἐκπε- 25 πληγμένος ταύτην ἀφήσει τὴν φωνήν· οὕτως ἄνθρω, ὡς εἰ ἔλεγεν, ὁ ἄνθρωπος οὗτος, τί πάσχει; οὕτως τῶν αὐτοῦ λόγων ἐπιλέλησται· ἐφ’ οἷς ὁ Σωκράτης τὸν τοῦ Πῶλου λόγον ὑποτιμῶν, μεταξὺ φησὶν ἐπιμιγὼν τῷ παρσαδόξῳ τοῦ λόγου, οὐ φημὶ ποιεῖν αὐτοὺς, ἃ βούλονται· 30 ἀλλὰ με ἔλεγχε, ὡς ἂν εἰ ἔλεγεν, ἐμοὶ μὲν ταῦτα δοκεῖ, καὶ ἐγὼ ταῦτα φημὶ, τὸ τοὺς ποιοῦντας ἃ δοκεῖ αὐτοῖς