Ancient Greek
1243.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1243.3
Unproofread scanNot analysed yet
45 Οἱ νῦν οἴονται τὸ ὑπερβατὸν πλοκὴν εἶναι ἐρμηνείας, καὶ περίοδον κεκαλλωπισμένην· ὑπέλαβόν τινες, φησί, τῶν νεωτέρων σοφιστῶν τὸ ὑπερβατὸν σύνθεσιν εἶναι καὶ σύνταξιν φράσεως, τούτεστι περίοδον κάλλος ἐμφαίνουσαν. ἔστι δὲ περίοδος, ὡς μεμαθήκαμεν, περικοπὴ λόγου πλήρους ἔχουσα τὸ κατὰ διάνοιαν δηλούμενον· ἢ κατὰ τὸν Ἐρμογένην σχῆμα αὐτοτελὲς ὅλον τοῦ ἐπιχειρήματος, ἐν ἐρμηνείας ῥυθμῷ, συντόμως ἀπηρισμένον· οἱ δὲ τοῦτο λέγοντες οὐκ ἴασιν, τίνα τὸ ὑπερβατὸν τὴν χρείαν παρέχεται· οὐ γὰρ μόνον, φησί, κάλλιον ἔστι ποιητικὸν τὸ σχῆμα τοῦτο, ἀλλὰ καὶ λίαν χρησίμιον καὶ ἀναγκαῖον τῷ λόγῳ παραλαμβάνεσθαι· εἴπε γὰρ καλὸν εἶναι τὸ σχῆμα, ἐπεὶ διπλὸν ἔστι τὸ ὑπερβατὸν, ὡς αὐτὸς ἐν τῷ περὶ κάλλους ἐδίδαξε λέγων· καὶ τὸ ὑπερβατὸν, εἰ μὴ κατὰ παρένθεσιν γένοιτο, ἀλλὰ καθ' ὑπέρθεσιν, ὅταν λέξις ὀφειλοῦσα πρὸ δύο ἢ τριῶν ἢ καὶ ἐπείκεινὰ λέξεων τεθῆναι, ὕστερον τεθῇ· οἷον ἔστι τό· „τὴν τοῦ διαπράξασθαι ταῦτα, ἃ μηδεὶς ἄλλος Μακεδόνων βασιλεὺς δόξαν ἀντὶ τοῦ ζῆν ἀσφαλῶς ἤρημένος· “εἰ γὰρ κατὰ τάξιν τὸν λόγον ἐξενεγκεῖν ἐμελλεν, οὕτως ἂν εἴπε· τὴν δόξαν τοῦ διαπράξασθαι ταῦτα, ἃ μηδεὶς ἄλλος Μακεδόνων βασιλεὺς· τοιούτὸν ἔστι καὶ τὸ, βὸν τινες. Med. 1. διδάσκει ὁ τεχν. usque ad ζητήσεως habet ad marg. 2 Med. 1. προτιθεῖς. 3 ἔστι δὲ περίοδος ———συντόμως ἀπηρισμένον Mon. om. 4 Mon. εἴπε δὲ καλόν. Vind. εἴπε γὰρ καὶ. 5 Mon. add. κάλλος ποιεῖ. sqq. ὅταν λέξις ὀφ. ——ὕστερον τεθῇ om. 6 Vind. ὀφείλουσι. 7 Ol. II. p. 22. Mon. pergit: γίνεται δὲ τὸ ὑπερβ. καὶ κατὰ παρένθεσιν, ὅταν ἐν τῷ μέσῳ παρεμβληθῇ etc. recepi ex eo: γίνεται δὲ τὸ ὑπ. καὶ κατὰ παρένθεσιν, quod. Vind. om.