Ancient Greek
1244.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1244.1
Unproofread scanNot analysed yet
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. „ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην ταῦτα πράττων“· ἐστὶ γὰρ τὸ ἐξῆς· „ὁ γὰρ ταῦτα πράττων, οἷς ἂν ἐγὼ ληφθείην“· ἀλλὰ τοιούτων μὲν ἐστὶ τὸ καθ’ ὑπέρθεσιν· γίνεται δὲ τὸ ὑπέρβατον καὶ κατὰ παρένθεσιν, ὅταν ἐν τῷ μέσῳ παρεμπεπληγῇ κῶλον ἢ κόμμα· ὡς τὸ, „ἀπας ὁ τῶν ἀνθρώπων βίος, κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν, φύσει καὶ νόμοις διοικεῖται“· καλεῖται δὲ τοῦτο οὕτως διὰ τὸ τοῖς λεγομένοις παρεντιθεσθαι ἐξωθεν καὶ ἕτερόν τι, καὶ ἐστὶ τὰ μὲν καθ’ ὑπέρθεσιν τοῦ κάλλους, τὰ δὲ κατὰ παρένθεσιν τῆς περιβολῆς.