Ancient Greek
1249.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1249.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. πρώτῳ τῶν στηλιτευτικῶν παρὰ τῷ θεολόγῳ εὑρίσκεται διηγούμενος γὰρ περὶ τοῦ Γάλλου καὶ τοῦ Ἰουλιανοῦ, φησίν· ἕκαστον μὲν τοῖς μάρτυσιν, ὅπερ εἶπον, ἀμφότεροι, καὶ ἂν τε ἐφιλοτιμοῦντο λαμπρῶς ἀλλήλοις καὶ χειρὶ πολλῇ καὶ δαπάνῃ τὸν οἶκον ἐγείροντες· ἐπεὶ δὲ οὐκ ἐκ τῆς αὐτῆς προαιρέσεως οὐδὲ εἰς ὅμοιον πέρας προέβαινεν ἀμφότεροι ὁ πόνος, διὰ τί οὐ προέβαινεν εἰς ὅμοιον τέλος, ὦ θεολόγε· τοῦ μὲν γὰρ τὸ ἔργον, φησίν, ἠνύετο καὶ κατὰ λόγον ἔχωρει, τοῦ πρεσβυτέρου λέγω τῶν ἀδελφῶν· διὰ τί κατὰ λόγον ἔχωρει, οἷον τοῦ θεοῦ, φησίν, τὴν ἐπίδοσιν ἐτοίμως προσιμένου κατὰ τὴν τοῦ Ἄβελ θυσίαν, ὀρθῶς καὶ προσενεχθεῖσαν καὶ διαιρεθεῖσαν· καὶ ἦν ὡςπερ πρωτοτύπου τις καθιέρωσις ἡ ἐπίδοσις, εἰ γὰρ καὶ μὴ ὁ γὰρ ἐπιφέρεται αὕτη, ἀλλὰ τὸ οἷα δύναμιν ἔχει τὴν αὐτὴν τῷ γάρ.